Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.)
urn:cts:greekLit:tlg0057.tlg095
Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
editio(nes) critica(e):
translatio Latina: Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, pp. 300-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
translationes recentiores Abballe, 1972 (ita)

12 πʹ.

13 Ὅσοισι μὲν οὖν μήπω τελειουμένοισιν ἐς αὔξησιν ἐκπεσὼν μὴ
14 ἐμπέσῃ, γυιοῦται μηρὸς καὶ κνήμη καὶ πούς· οὔτε
15 γὰρ τὰ ὀστέα ἐς τὸ μῆκος ὁμοίως αὔξεται, ἀλλὰ βραχύτερα
16 γίνεται, μάλιστα δὲ τὰ τοῦ μηροῦ.


18a.596


1  Ἔλαττον γίγνεται, φησὶν, ὅλον τὸ σκέλος οἷς
2 ἔξαρθρος οὔπω ὅλος μηρὸς αὐξανόμενος, ἔτι τε κοινὸν
3 αὐτὸ τῶν ἄρθρων ἐστὶν, ὥσπερ καὶ πρόσθεν εἶπον. ἀλλὰ
4 νῦν γε τοῦ κοινοῦ τὴν αἰτίαν ἔγραψεν, ὡς εἴωθεν· ἅπαξ
5 που μεμνῆσθαι τοῦ κοινοῦ καθ’ ἕν τι τῶν ἐν μέρει. διὰ
6 τοῦτο γάρ φησιν ἀναυξὲς καὶ ἄτροφον αὐτοῖς γίγνεσθαι τὸ
7 σκέλος, ἅμα μὲν διὰ τὴν στέρησιν τῆς χώρας τοῦ ἄρθρου,
8 ἅμα δὲ ὅτι ἀδύνατον χρῆσθαί ἐστιν. ἐγὼ δ’ ἐν τοῖς ἔμπροσθεν
9 ἔφην τῶν μορίων καὶ τὴν αἰτίαν ἀργίαν εἷναι.
10 γίγνεται δὲ ἄμφω διὰ τὴν ἀνάρθρησιν, ὥστ’ οὐκ οἷδ’ ὅπως
11 Ἱπποκράτης εἰπὼν,  εἶναι τὴν ἐξάρθρησιν, ἐφεξῆς ἐπήνεγκε
12 τὴν ἀργίαν. γὰρ ἐξάρθρησις οὐ πρώτως ἀτροφίαν
13 ἐργάζεσθαι πέφυκεν, ἀλλὰ διὰ μέσης διαστροφῆς τῶν ὀργάνων
14 καὶ τῆς ἀργίας.