Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.)
urn:cts:greekLit:tlg0057.tlg095
Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
editio(nes) critica(e):
translatio Latina: Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, pp. 300-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
translationes recentiores Abballe, 1972 (ita)

4 οθʹ.

5 Καὶ δισσὰ κερδαίνουσι, δισσῶν γὰρ δέονται. τό τε γὰρ
6 σῶμα οὐκ ὀχέεται ὁμοίως ἐπὶ τοῦ ἔξω ἀποβαινομένου,
7 ὥσπερ ἐπὶ τοῦ εἴσω. οὐδὲ γὰρ κατ’ ἰθυωρίην αὐτῷ γίνεται
8 τὸ ἄχθος, ἀλλὰ πολλῷ μᾶλλον ἐπὶ τοῦ ὑπερβαινομένου,
9 κατ’ ἰθυωρίην γὰρ αὐτῷ γίνεται τὸ ἄχθος ἔν τε
10 αὐτῇ τῇ ὁδοιπορίῃ καὶ τῇ μεταλλαγῇ τῶν σκελέων. ἐν
11 τούτῳ τῷ σχήματι τάχιστα ἂν δύναιτο ὑποτιθέναι τὸ
12 ὑγιὲς σκέλος. ἢν τῷ μὲν σιναρῷ ἐξωτέρω βαίνοι, τῷ δὲ
13 ὑγιεῖ ἐσωτέρω, περὶ οὗ νῦν λόγος. ἀγαθὸν εὑρίσκεσθαι
14 αὐτὸ ἑωυτῷ τὸ σῶμα ἐς τὰ ῥήϊστα τῶν σχημάτων.



16 Ἐν τῷ περιφέρειν μὲν ἔξω τὸ πεπονθὸς σκέλος, ἐρίζειν
17 δὲ ἐνδοτάτω τοῦ ὑγιέος τὸ δισσὸν κέρδος αὐτοῖς γίγνεται, 18a.595
1 μήτε βαρύνεσθαί ποτε τὸ πεπονθὸς ὑπερειδόμενον ὅλον
2 τῷ σώματι μήθ’ ὑπηρεσίαν αὐτοῦ πολυχρόνιον γίγνεσθαι,
3 βραχύτατον διάστημα κινουμένου τοῦ ὑγιοῦς. ἐὰν γὰρ θελήσῃς
4 ἀκριβῶς προσέχειν, ἑκατέρου τοῦ χρόνου τῆς ἑκατέρου
5 τῶν σκελῶν ὑπηρεσίας οὐ διπλάσιον μόνον, ἀλλὰ καὶ τριπλάσιον
6 εὑρήσεις γιγνόμενον. ὀλίγιστον μὲν γὰρ διάστημα
7 καὶ ταχείᾳ τῇ φορᾷ μόνῃ κινουμένου τοῦ ὑγιοῦς, πολὺ δὲ
8 καὶ βραδείᾳ τοῦ πεπονθότος. εὔδηλον γὰρ ὁπόσῳ μείζων
9 ἐστὶν κυκλοτερὴς ὁδοιπορία τῆς εὐθείας, εἰ καὶ τοῖς αὐτοῖς
10 πέρασιν ἀμφότεραι χρῶνται.