Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.)
urn:cts:greekLit:tlg0057.tlg095
Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
editio(nes) critica(e):
translatio Latina: Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, pp. 300-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
translationes recentiores Abballe, 1972 (ita)

1 μστʹ.

2 Κατὰ τὰ ἄρθρα τὰ ἐνηλλαγμένα τε αὖ νωτιαῖος πονοίη
3 ἂν, εἰ ἐξ ὀλίγου χωρίου τὴν περικαμπὴν ἔχοι τοιαύτην
4 ἔξαλσιν ἐξαλλομένου σφονδύλου, τ’ ἐκπηδήσας σφόνδυλος
5 πιέζοι ἂν τὸν νωτιαῖον, εἰ μὴ καὶ ἀποῤῥήξειε, πιεχθεὶς
6 δ’ ἂν καὶ ἀπολελαμμένος πολλῶν ἂν καὶ μεγάλων καὶ
7 ἐπικαίρων ἀπονάρκωσιν ποιήσειεν, ὥστε οὐκ ἂν μέλλοι τῷ
8 ἰητρῷ, ὅπως χρὴ τὸν σφόνδυλον κατορθῶσαι, πολλῶν
9 καὶ βιαίων ἄλλων κακῶν παρεόντων,  , ὥστε δὴ οὐδ’
10 ἐμβαλεῖν οἷόν τε οὔτε κατασεῖσαι οὔτ’ ἄλλῳ τρόπῳ τινὶ,
11 πρόδηλον τὸ τοιοῦτον, εἰ μή τις διαταμὼν τὸν ἄνθρωπον.



13 Τῶν σφονδύλων ἄρθρα φησὶν πρὸς ἀλλήλους ἀπολλυμένων
14 κατὰ τὰς πλαγίας ἀποφύσεις. ἐνηλλαγμένα δὲ εἶπεν,
15 ὅτι δύο μὲν ὑψηλοτέρας ἀποφύσεις ἔσχον αὐτῶν, ἕκαστος
16 δὲ διαρθροῦται πρὸς τὸν ὑπερκείμενον. ἄλλας δὲ ταπεινοτέρας
17 αὖ πάλιν αἷς πρὸς τὸν ὑποκείμενον διαρθροῦται,
18 κατὰ μὲν τὰς ἑτέρας αὐτῶν ὑποδέχεται τὰς ἐξοχὰς τοῦ πλησιάζοντος, 18a.550
1 κατὰ δὲ τὰς ἑτέρας ἐπιβαίνει θάτερον. γέγραπται
2 δὲ περὶ τούτων ἀκριβῶς ἐν τῷ περὶ τῶν ὀστέων.