16 ιιβʹ.
17 Ὁκόσοισι δὲ δὴ οὕτως ἐκπέπτωκε καὶ ἔτι μᾶλλον τῇ πτέρνῃ
18 προσεγχρίπτουσιν ἢ τὸ ἔμπροσθεν.
18a.659
1
Τὸ ἐγχρίπτειν εἴωθε λέγειν ἐπὶ τῶν ἐρειδόντων ἄλληλα,
2
καὶ τοῦτο γοῦν σημαινόμενον ὅτε συνεβούλευε διαπλάττειν
3
τὰ κατάγματα διιστάντα πρότερον ἀπ’ ἀλλήλων τῇ τάσει τὰ
4
κατεαγότα, οὕτως ἔφη ῥᾷον γίγνεσθαι τὴν ἐπανόρθωσιν αὐτῶν
5
ἢ εἴ τις ἐγχρίπτοντα πρὸς ἄλληλα συνάγοι τὰ ὀστέα.
6
σαφῶς οὖν καὶ κατὰ τὴν νῦν προκειμένην ῥῆσιν ἐδήλωσεν
7
ὃ μικρὸν ἔμπροσθεν εἶπεν. οὐδὲν γὰρ ἧσσον τῇ πτέρνῃ
8
οὗτοι βαίνουσιν ἢ τὸ ἔμπροσθεν. ὅτι σαφέστερον
9
ἂν εἴρητο καὶ κάλλιον, εἴ τις αὐτὸ κατὰ τήνδε τὴν λέξιν
10
ἡρμήνευσεν· οὐδὲν γὰρ ἧσσον τῇ πτέρνῃ οὗτοι βαίνουσιν ἢ
11
τὸ ἔμπροσθεν, ἀλλ’ ἔτι μᾶλλον· οὐ μὴν ἐκεῖ γε προσέθηκε τὸ
12
ἔτι καὶ μᾶλλον.