Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.)
urn:cts:greekLit:tlg0057.tlg095
Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
editio(nes) critica(e):
translatio Latina: Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, pp. 300-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
translationes recentiores Abballe, 1972 (ita)

1 ιδʹ.

2  Ἔπειτα ἐξαπίνης σχάσαι τρισὶ σχήμασιν ὁμοῦ
3 προσέχοντα τὸν νόον. δεῖ μὲν γὰρ παράγεσθαι ἐκ τῆς
4 διαστροφῆς εἰς τὴν φύσιν, δεῖ δὲ ἐς τοὐπίσω ἀπωθῆναι
5 τὴν γνάθον τὴν κάτω, δεῖ δὲ ἑπόμενον τούτοισι συμβάλλειν
6 τὰς γνάθους καὶ μὴ χάσκειν. ἐμβολὴ μὲν οὖν αὕτη
7 καὶ οὐκ ἂν γένοιτο ἀπ’ ἄλλων σχημάτων. ἰητρείη δὲ
8 βραχεῖα ἀρκέει σπλῆνα προστιθέντα κεκηρωμένον χαλαρῷ
9 ἐπιδέσμῳ ἐπιδεῖν. ἀσφαλέστερον δὲ χειρίζειν ἐστὶν ὕπτιον
10 κατακλίνοντα τὸν ἄνθρωπον ἐρείσαντα τὴν κεφαλὴν αὐτοῦ
11 ἐπὶ σκύτινον ὑποκεφάλαιον ὡς πληρέστατον, ἵνα ὡς
12 ἥκιστα ὑπείκῃ.



14 Μετὰ τὸ προδιακινῆσαι καὶ μαλάξαι τὰ νεῦρα καὶ τοὺς
15 μύας ἕλκοντα κάτω τὴν γένυν, ἀπάγοντά τε καθόσον ἐνδέχεται
16 τῆς ἄνω, προσήκει πρᾶξαι τοίνυν τὸ ὑπ’ αὐτοῦ κελευόμενον,
17 ὅπερ εἷπεν ἐξαπίνης σχάσαι, τουτέστιν ἐξαίφνης
18 καὶ ἀθρόως παράγειν εἰς τὸ κατ’ εὐθὺ τῆς κατὰ φύσιν χώρας 18a.442
1 τὸ ἄρθρον, ἐν τούτῳ γε καταστήσαντα παραχρῆμα πάλιν
2 ὠθεῖν εἰς τοὐπίσω κελεύσαντα τῷ πάσχοντι συνάγειν
3 τὸ στόμα. πρότερον μὲν οὖν αὐτὸν ἠξίουν χάσκειν, χαλαρὰν
4 παρέχοντα τὴν γένυν, ὅπερ ἐστὶ μηδένα τῶν μυῶν τείνοντα.
5 τοῦτο γὰρ συμφορώτατον εἴς τε τὸ διακινῆσαι τὰ
6 νεῦρα καὶ τοὺς μῦς ἐξαίφνης τε παραγαγεῖν ἐπὶ τὸ κατὰ
7 φύσιν τὴν παρεστραμμένην γένυν ἀπώσασθαί τε πρὸς τοὐπίσω.
8 νυνὶ δ’ ὅταν ἤδη κατ’ εὐθὺ τῶν οἰκείων χωρῶν
9 ἑκατέρων τῶν ἄκρων τῆς γένυος γένηται σύμφησι τοὺς
10 κροταφίτας ἐνεργήσαντας ἐπισπᾶσθαι πρὸς ἑαυτοὺς ὅλην
11 αὐτήν. ἐνεργήσουσι δὲ προθυμηθέντος τοῦ κάμνοντος συνάγειν
12 τε καὶ κλεῖσαι τὸ στόμα.