11 νστʹ.
12 Ἢν γὰρ μὴ πυρετὸς ξυνεχὴς ἐπιλαμβάνῃ αὐτοὺς
13 καὶ κενεαγγέειν κάκιον τοῖσι τούτοισιν ἢ μὴ κενεαγγέειν
14 καὶ ἐπωδυνέστερον καὶ πυρετωδέστερον καὶ βηχωδέστερον.
15 τὸ γὰρ πλήρωμα τὸ μέτριον τῆς κοιλίης διόρθωμα τῶν
16 πλευρέων γίνεται. ἡ δὲ κένωσις κρεμασμὸν μὲν τῇσι
17 πλευρῇσι ποιέει, ὁ δὲ κρεμασμὸς ὀδύνην.
18a.569
1
Ὁ τῆς κοιλίης ὄγκος στήριγμά τι γίνεται ταῖς πλευραῖς,
2
διὸ καὶ ὅσοι μείζονας ἔχουσι τὰς γαστέρας, ἦττον
3
ὀδυνῶνται καταγείσης τῆς πλευρᾶς· ὅσοις δὲ ἰσχναί τέ εἰσι
4
καὶ προσεσταλμέναι, μᾶλλον ἀλγοῦσιν ἀστηρίκτων καὶ μετεώρων
5
αἰσθανόμενοι τῶν πλευρῶν. ἐὰν μὲν οὖν συνεχὴς
6
ἐπιλάβῃ πυρετὸς, αὐτούς ἐστι κενεαγγεῖν, ὅπερ
7
δηλοῖ νῦν αὐτὸ τὸ ἀσιτεῖν, ἐπειδήπερ ἡ ἐκ τῆς ἐδωδῆς βλάβη
8
γίγνεται μείζων τῆς ἐκ τοῦ κρεμασμοῦ. εἰ δή τι μηδ’ ὅλως
9
πυρέξει, ἄμεινον ἐσθίειν τοσαῦτα τὸ πλῆθος, ὡς εἰς ὄγκον
10
ἀρθῆναι τὴν γαστέρα τοσοῦτον, ὅσον ἡλίκος ὡς ἄνευ τοῦ
11
θλίβειν τὸ πεπονθὸς, ἕδρα τε καὶ στήριγμα γενήσεται ταῖς
12
πλευραῖς.