Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.)
urn:cts:greekLit:tlg0057.tlg095
Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
editio(nes) critica(e):
translatio Latina: Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, pp. 300-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
translationes recentiores Abballe, 1972 (ita)

12 ξβʹ.

13 Κληῒς δὲ κατεηγεῖσα ἢν μὲν ἀτρεκέως ἀποκαυλισθῇ, εὐϊητοτέρη
14 ἐστὶν, ἢν δὲ παραμηκέως, δυσιητοτέρη. τἀναντία
15 δὲ τούτοις ἐστὶν ὡς ἄν τις οἴοιτο· τὴν μὲν γὰρ ἀτρεκέως
16 ἀποκαυλισθεῖσαν προσαναγκάσειεν ἄν τις μᾶλλον ἐς
17 τὴν φύσιν ἐλθεῖν καὶ εἰ πάνυ προμηθηθείη τὸ ἀνωτέρω,
18 κατωτέρω ἂν ποιήσειε σχήμασί τε ἐπιτηδείοισι καὶ ἐπιδέσει 18a.405
1 ἁρμοζούσῃ. εἰ δὲ μὴ τελέως ἱδρυνθείη, ἀλλ’ οὖν
2 τὸ ὑπερέχον γε τοῦ ὀστέου οὐ κάρτα ὀξὺ γίνεται. ὡς δ’
3 ἂν παράμηκες τὸ ὀστέον κατεάγῃ, ἰκέλη ξυμφορὴ γίνεται
4 τοῖσιν ὀστέοισι τοῖσιν ἀπεσπασμένοισι, περὶ ὧν πρόσθεν
5 γέγραπται· οὕτε γὰρ ἱδρυνθῆναι αὐτὸ πρὸς ἑωυτὸ
6 κάρτα ἐθέλει, τε ὑπερέχουσα ἀκρὶς τοῦ ὀστέου ὀξεῖα
7 γίνεται κάρτα. τὸ μὲν οὖν σύμπαν εἰδέναι χρὴ ὅτι
8 βλάβη οὐδεμίη τῷ ὤμῳ οὐδὲ τῷ ἄλλῳ σώματι γίνεται
9 διὰ τὴν κάτηξιν τῆς κληῖδος, ἢν μὴ ἐπισφακελίσῃ. ὀλιγάκις
10 δὲ τοῦτο γίνεται.



12 Λέγει τὴν δι’ ὅλως ἀποκαυλισθεῖσαν, ὡς κατὰ μηδὲν
13 προσέχεσθαι, τὸ δὲ ἀντικείμενον τούτῳ τὸ οὐκ ἀτρεκέως
14 ἐστὶν, καθ’ ἕνα τρόπον γινόμενον ἐδήλωσεν εἰπών· ἢν δὲ
15 παραμηκέως, δυσιητοτέρη μετ’ αὐτοῦ καὶ συνενδείξασθαι
16 τὴν μὲν ἀκριβῶς ἀποκαυλιζομένην ἐγκαρσίαν πάσχειν τοῦτο,
17 τὴν δ’ οὐκ ἀκριβῶς κατὰ μῆκος. ὅταν μὲν οὖν ὁλοκλήρως
18 ἀποκαυλισθῇ, παραλλάττειν εἴωθε τοὐπίπαν ἀλλήλων τὰ 18a.406
1 μόρια, καὶ τὸ μὲν ἄνω χωρεῖν, τὸ δὲ κάτω, τὸ μὲν ἔσω, τὸ
2 δὲ ἕξω. καὶ κατὰ τοῦτο φαίνεται μέγα τε τὸ κάταγμα καὶ
3 δυσίατον εἶναι, κατὰ δὲ τὸν ἕτερον τρόπον, ἡνίκα παραμήκης
4 ἐστὶν διάθεσις τοῦ κατάγματος, μὲν φαντασία μικροτέρα,
5 χαλεπωτέρα δὲ ἴασις. οὐ γὰρ ἐνδέχεται τὴν
6 ἐν κύκλῳ περιβολὴν ὥσπερ τὰ κῶλα μόνην δυναμένην
7 προστεῖλαι καὶ παραγαγεῖν τὸ παρὰ μῆκος ἐσχισμένον τῆς
8 κλειδός. ἐὰν οὖν,  ὦν εἴρηκα νῦν εἴης μεμνημένος,
9 οὐδὲν ἐνεγκεῖν φαίνεται τῶν ἐφεξῆς ὑπ’ αὐτοῦ λεγομένων
10 ἀσαφές.