Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.)
urn:cts:greekLit:tlg0057.tlg095
Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
editio(nes) critica(e):
translatio Latina: Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, pp. 300-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
translationes recentiores Abballe, 1972 (ita)

8 κγʹ.

9 Ὅταν δὲ κατασκευάσῃς οὕτως, ἀνέλκειν τὴν κλίμακα καὶ
10 πρὸς τύρσιν τινὰ ὑψηλὴν πρὸς ἀέτωμα οἴκου.



12 Τύρσιν μὲν τὸν πύργον ἀκούειν χρὴ, οἴκου δὲ ἀέτωμα
13 τὸ ὑψηλότατον μέρος· οὕτω γὰρ ὀνομάζουσι τὰς εἰς ὑψὸς
14 ἀνατάσεις τῆς ὀροφῆς τριγωνοειδεῖς. εἰ μὲν γὰρ ἡλιαστήριον
15 ποιήσει τις ἀντὶ κεράμου, ποιήσει τὴν ὀροφὴν ἐνεπίπεδον,
16 οὐκ ἀλέαν ἴσχουσαν ἐργάσεται. κέραμον δὲ ἐπιτιθεὶς
17 εὐαπόῤῥυτον αὐτῇ τὸ ὕδωρ τὸ ὄμβριον εἷναι βούλεται. κατὰ
18 τοῦτ’ οὖν ὑψηλὸν ἐργασάμενος τὸ μέσον τῆς ὀροφῆς κατὰ 18a.519
1 τὸ μῆκος ἐκ τῶν ὀπίσω πρὸς τὸ πρόσω τεταγμένον, οὕτω
2 γὰρ ἐντεῦθεν ἐφ’ ἑκατέρων τῶν πλαγίων τοίχων καταγῇ τὴν
3 ὀροφὴν ταπεινὸς μόνην, ὥσπερ τινὰς δὲ τὰς πτέρυγας καθημένας·
4 οὕτω γὰρ ἐοίκασιν εἰκάσαντες οἱ παλαιοὶ καλέσαι
5 τοῦτο τῆς οἰκίας τὸ μέρος, ἀετὸν δὲ καὶ οἵδε, καθάπερ
6 καὶ Πίνδαρός φησιν ἐν ταῖς Πλειάσιν·

7Χρύσεα δ’ ὀξύπτερα αἰετοῦ ἄειδον κληδόνες.


8 καὶ Εὐριπίδης ἐν Ὑψιπύλῃ φησίν·

9Ἰδοὺ πρὸς αἰθέρα ἐξαμμιλλῆσαι κόραι.
10γραπτοὺς οἷσι πρόσβλεπον τύπους.


11 ὅτι δὲ καὶ τύρσις πύργον σημαίνει μάρτυς ἀξιόπιστος
12 καὶ Διοκλῆς Καρύστιος ταύτην τὴν νῦν εἰρημένην λέξιν
13 παραφράζων ἐν τῷ περὶ ἐπιδέσμων βιβλίῳ κατὰ τόνδε τὸν
14 τρόπον ἔγραψεν· ἀνέλκειν δὲ τὴν κλίμακα πρὸς πύργον
15 ὑψηλὸν οἰκίας δετόν.



18a.520