Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.)
urn:cts:greekLit:tlg0057.tlg095
Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
editio(nes) critica(e):
translatio Latina: Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, pp. 300-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
translationes recentiores Abballe, 1972 (ita)

10 στʹ.

11  Καὶ οἷσι μὲν κυφοῦται ῥάχις παισὶν ἐοῦσι, πρὶν
12 τὸ σῶμα τελειωθῆναι ἐς αὔξησιν, τούτοισι μὲν οὐδὲ
13 συναύξεσθαι ἐθέλοι κατὰ τὴν ῥάχιν τὸ σῶμα, ἀλλὰ σκέλεα
14 μὲν καὶ χεῖρες τελειοῦνται, ταῦτα δὲ ἐνδεέστερα
15 γίνονται.



17 Οὐδὲν θαυμαστόν ἐστιν ἀναυξῆ γενέσθαι τὴν ῥάχιν ἐν
18 τοῖς τοιούτοις νοσήμασιν, ὥσπερ κἀπὶ τῶν ἐξαρθρημάτων 18a.501
1 ἔμπροσθεν ἠκούσαμεν αὐτοῦ λέγοντος, ὧν ἔμπτωσις ἠπορήθη.
2 διά τε γὰρ τὴν διαστροφὴν τῶν ἀγγείων καὶ τὴν
3 δυσκινησίαν καὶ τὸν τῆς φύσεως κάματον, ὃν κάμνει κατὰ
4 τὰ τοιαῦτα πάθη, χεῖρον πρόσθεν ἀνάγκη τρέφεσθαι
5 τὰ πεπονθότα μόρια. τοῦτο δ’ ἐν μὲν τοῖς ηὐξημένοις ἤδη
6 καὶ τελείοις σώμασιν ἰσχνότερα ποιεῖν εἴωθε τὰ μόρια, τοῖς
7 δ’ ἔτ’ αὐξανομένοις αὔξησις ἐμποδίζεται τῶν κατὰ ῥάχιν.
8 ὅσα δ’ ἀμφότερα τῶν πεπονθότων ἐστὶν, οἷον αἵ τε χεῖρες
9 καὶ τὰ σκέλη, παντάπασιν ἀβλαβῆ διαμένει· συμπάσχει γὰρ
10 οὐχ ὅλον τὸ σῶμα τοῖς οὕτω πεπονθόσιν, ἀλλ’ ὅσα πλησίον
11 ἐστὶ μόνα.