Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.)
urn:cts:greekLit:tlg0057.tlg095
Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
editio(nes) critica(e):
translatio Latina: Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, pp. 300-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
translationes recentiores Abballe, 1972 (ita)

5 κζʹ.

6 Ὅκως δὲ μὴ κωλύωσιν οὗτοι οἱ δεσμοὶ τὴν κατάσεισιν σκοπέειν
7 τάδε. σκέλεα πρὸς μὲν τὴν κλίμακα μὴ προσδεδέσθω,
8 πρὸς ἄλληλα δὲ ὡς κατὰ τὴν ῥάχιν ἰθύῤῥοπα ἔῃ,
9  ταῦτα μέντοι τοιουτοτρόπως ποιητέα, εἰ πάντως
10 δέοι ἐν κλίμακι κατασεισθῆναι. αἰσχρὸν μέντοι καὶ ἐν
11 πάσῃ τέχνῃ καὶ οὐχ ἤκιστα ἐν ἰητρικῇ πολὺν ὄχλον καὶ
12 πολλὴν ὄψιν καὶ πολὺν λόγον παρασχόντα, ἔπειτα μηδὲν
13 ὠφελῆσαι.



15 Ἐὰν μὲν μηδ’ ὅλως κατασειόμενος ἑρμασθῇ τὸ σῶμα,
16 πρὸς τὴν κλίμακα δεθεὶς μόνον ἐκ τῶν ἄνω μερῶν
17  ἐκκυλισθήσεται ῥᾳδίως εἰς τὰ πλάγια μέρη, καταδεθεὶς δὲ
18 αὖ πάλιν ἰσχυρῶς, ὡς ἀκίνητος εἶναι πρὸς τῆς κατασείσεως 18a.524
1 οὐδὲν ὀνήσεται. χρῆται γὰρ ἀμφοτέρων στοχαζόμενος, οὕτω
2 δεσμεῖν αὐτὸν, ὡς μήτε ἀκίνητον εἶναι κατασειόμενον
3 ὑπὸ τῆς τῶν δεσμῶν ἀσφαλείας σφιγγόμενον, ἀλλὰ μήτε
4 χαλαρὸν οὕτως ἐπικεῖσθαι, ὡς κυλισθήσεσθαι εἰς τὰ πλάγια.
5 κατεγνωκὼς δὲ τῆς τοιαύτης ἀντιτάσεως Ἱπποκράτης
6 ὅμως ἔγραψεν, ὡς ἂν κάλλιστα σκευάσειεν αὐτὴν, ἐπειδὴ
7 τοὺς χρωμένους ἑώρα, μηδ’ ὅλως κάλλιστα ποιεῖν τὸ ἔργον
8 ἐπισταμένους, ἀλλὰ καὶ ὡς εἶπεν, οὐδὲν γάρ μοι ἄμεμπτον,
9 εἴ τις καλῶς σκευάσας κατασείσειε κἂν ἑξῆς συνθεῖναι ἔνια.