ΙΠΠΟΚΡΑΤΟΥΣ ΤΟ ΠΕΡΙ ΑΡΘΡΩΝ
ΒΙΒΛΙΟΝ ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟ
ΥΠΟΜΝΗΜΑ ΤΡΙΤΟΝ.
1 αʹ.
2 Σπόνδυλοι δὲ οἱ κατὰ ῥάχιν.
4
Οὐχ ὡς καὶ καθ’ ἕτερον μέρος ἐν τῷ σώματι σφονδύλων
5
ὄντων πρόσκειται τὸ κατὰ ῥάχιν· ἡ γὰρ ἁπάντων τῶν
6
σπονδύλων σύνθεσις ὀνομάζεται ῥάχις, ἀλλ’ εἰ καὶ οὕτως
7
ἔτυχεν εἰπών· σφόνδυλοι δὲ οἷς ὑπάρχει καὶ κατὰ ῥάχιν 18a.493
1
εἶναι. τινὲς μέντοι τῶν νεωτέρων ἰατρῶν ἀξιοῦσιν
2
οὐχ ἅπασαν τῶν σπονδύλων τὴν σύνταξιν ὀνομάζειν ῥάχιν,
3
ἀλλὰ μόνον τὸν θώρακα καὶ τὴν ὀσφῦν, καθ’ οὓς ὁ Ἱπποκράτης
4
νῦν δόξει διαλέγεσθαι περὶ τῶν κατὰ τὴν ὀσφῦν τε
5
καὶ τὸν νῶτον μόνον, οὐ τῶν κατὰ τὸν τράχηλον. εἴρηται
6
δὲ ἀκριβῶς ἡμῖν ἅπασα τῶν σφονδύλων ἡ σύνθεσις ἐν τῇ
7
περὶ τῶν ὀστῶν εἰσαγωγῇ, καθ’ ἣν ἠξίωσα ἀπογυμνάσασθαι
8
τὸν ἀκολουθήσαντα τοῖσδε τοῖς ὑπομνήμασι, τεθεαμένος
9
ἀκριβῶς ἕκαστον τῶν ὀστῶν ὁποῖόν ἐστιν, ἐπ’ αὐτῶν μὲν
10
μάλιστα τῶν ἀνθρώπων σκελετῶν, εἰ μὴ πάντως τῶν
11
πιθηκείων.