Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.)
urn:cts:greekLit:tlg0057.tlg095
Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
editio(nes) critica(e):
translatio Latina: Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, pp. 300-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
translationes recentiores Abballe, 1972 (ita)

8 ξστʹ.

9 Ἀτὰρ καὶ ἢν μὴ παρὰ τὸ ὀστέον, ἀλλ’ αὐτὴ σὰρξ μυξώδης
10 ἔῃ· ὅμως γοῦν ὑποστροφαὶ γίνονται καὶ ὀδύναι ἄλλοτε
11 καὶ ἄλλοτε. ἤν τις τῷ σώματι τύχῃ πονήσας, διὰ
12 τοῦτο τῇ ἐπιδέσει δέεσθαι χρὴ, ἅμα μὲν ἀγαθῇ, ἅμα δὲ
13 πολὺ προσηκούσῃ, ἕως ἂν ξηρανθῇ μὲν καὶ  ἀναποθῇ
14 τουτὶ τὸ ἐκχύμωμα τὸ ἐν τῇ θλάσει γενόμενον, αὐξηθῇ
15 δὲ σαρκὶ ὑγιεϊ τὸ χωρίον, αὔξηται δὲ τοῦ ὀστέου
16 σάρξ.



18 Μυξώδης σὰρξ οὐ κατὰ τὸν ἑαυτῆς γίγνεται λόγον
19 καὶ ὅσα τῶν μορίων ἐστὶν ἔναιμα. τὸ γὰρ ἴδιον περίττωμα 18a.580
1 ἑαυτῶν τοιοῦτόν ἐστιν, οἶον ἔν τε ταῖς ῥευματικαῖς διαθέσεσι
2 φαίνεται καὶ τοῖς ἡπατικοῖς διαχωρήμασι. διὸ καὶ συνεχῶς
3 μὲν τοῖς ὀστοῖς  καὶ τοῖς χόνδροις καὶ ὑμέσι πάσχουσι
4 τὸ μυξῶδες ὑγρὸν ἀθροίζεται, σπανίζεται δὲ ἐν ταῖς σαρξίν·
5 γὰρ πρὸς τὰ τοιαῦτα μόρια κοινωνίᾳ διὰ τὸν ἐπιῤῥέοντα
6 χυμὸν ἱκανῶς, ὅταν φλεγματῶδες μυξῶδες ἐν αὐτῇ
7 ὑγρὸν συνίσταται. πρόδηλον δ’ ὅτι δυσκενότατός ἐστιν
8 τοιοῦτος χυμὸς, οὔτε τῶν αἰονήσεων οὔτε τῶν καταπλασμάτων
9 οὔτε τῶν φαρμάκων ἐπισπᾶσθαί τε καὶ διαφορεῖν
10 αὐτὸν δυναμένων. οὐδὲ γὰρ οὐδ’ ἄλλων πρὶν ἀκριβῶς λεπτῦνα
11 τε καὶ εἰς ἀτμὸν διαλῦσαι δύναται κενοῦν. ἐπεὶ
12 τοίνυν γλίσχρος χυμὸς εἰς ἀτμοὺς διαλύεται, διὰ τοῦτό
13 ἐστι δυσκίνητος. ὅπου δ’ ἂν ἐγκαταληφθῇ τι τοιοῦτον τὸ
14 περισσὸν, ἐνοχλεῖται μέρος ἐπὶ βραχείαις προφάσεσι διὰ τὴν
15 ἀσθένειαν ἑτοίμως δεχόμενον, τι ἂν ἐν τῷ ἄλλῳ σώματι
16 περιττὸν ἤτοι κατὰ τὸ ποιὸν κατὰ τὸ ποσὸν ἀθροισθῇ.



18a.581