Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.)
urn:cts:greekLit:tlg0057.tlg095
Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
editio(nes) critica(e):
translatio Latina: Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, pp. 300-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
translationes recentiores Abballe, 1972 (ita)

14 καʹ.

15  Οὗτοι οὖν καὶ θνήσκουσι δεκαταῖοι μάλιστα.



17 Ἔστι καὶ παρὰ τοῖς ἄλλοις παλαιοῖς ἐνίοτε μάλιστα
18 φωνῆς τὸ σημαινόμενον τοιοῦτον εὑρεῖν, οἷον καὶ νῦν φαίνεται 18a.450
1 παρὰ τῷ Ἱπποκράτει τὸν ἔγγιστα ποσαχὸν ἐμφαῖνον
2 τοῦ λεγομένου κατὰ τὸν ἀριθμὸν πράγματος, ὡς εἰ καὶ οὕτως
3 εἰρήκει· καὶ θνήσκουσιν οἱ οὕτως ἔχοντες ἐπὶ τὸ πολὺ
4 περὶ τὴν δεκάτην ἡμέραν, ὥστ’ εἰ κἂν ἐναταῖοι καὶ ἑνδεκαταῖοι
5 τοῦτο πάθωσιν, ἀληθῶς εἰρῆσθαι τὸν λόγον. ὅτι
6 δ’ οὕτω χρῶνται τῷ μάλιστα, δῆλόν ἐστί σοι καὶ ἐκ τῶνδε
7 τῶν παραδειγμάτων· Θουκυδίδης μὲν ἐν τῷ πρώτῳ φησί·
8 ταῦτα δὲ ξύμπαντα ὅσα ἔπραξαν οἱ Ἕλληνες πρός τε ἀλλήλους
9 καὶ τὸν βάρβαρον ἐγένετο ἐν ἔτεσι πεντήκοντα μάλιστα.
10 καὶ ἐν τῷ αὐτῷ· ἀπέχει δὲ ξʹ σταδίους μάλιστα. Ἀνδοκίδης
11 δὲ ἐν τῷ περὶ μυστηρίων· ᾄδων δ’ ἀνθρώπους τὸν
12 μὲν ἀριθμὸν μάλιστα τριακοσίους. πολλή δέ ἐστιν χρῆσις
13 τῆς λέξεως κατὰ τοῦτο τὸ σημαινόμενον ἅπασι τοῖς
14 Ἕλλησιν.