Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.)
urn:cts:greekLit:tlg0057.tlg095
Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
editio(nes) critica(e):
translatio Latina: Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, pp. 300-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
translationes recentiores Abballe, 1972 (ita)

8 ιηʹ.

9   Ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖσι χρονίοισι
10 κατὰ πνεύμονα νοσήμασιν εἰρήσεται. ἐκεῖ γάρ εἰσιν αὐτῶν
11 χαριέσταται προγνώσιες περὶ τῶν μελλόντων ἔσεσθαι.



13 Πολλὰ καὶ κατὰ τὸ βιβλίον τοῦτο γράψαι ἐπηγγείλατο
14 μὴ σωζόμενα νῦν, τάχα μὲν οὐδ’ ὅλως ἔγραψεν οὐκ
15 ἐσώθη, καθάπερ καὶ ἄλλα πολλὰ τῶν παλαιῶν βιβλίων οὐκέτι
16 σώζεται, περὶ ὧν τῆς ἀπωλείας πολλοῖς γέγραπται.
17 περὶ δ’ οὖν τῶν κατὰ πνεύμονα χρονίων εἴρηται μὲν πολλὰ
18 κἀν τῷ μείζονι περὶ παθῶν, οὗ καὶ ἀρχή· ἢν τοῦ 18a.513
1 πνεύμονος ἀρτηρίη ἑλκωθῇ. εἴρηται δὲ κἀν τῷ πρώτῳ περὶ
2 νούσων, οὐκ ὀρθῶς ἐπιγεγραμμένῳ, οὗ ἀρχή· ὃς ἂν περὶ
3 ἰήσιος ἐθέλῃ ἐρωτᾷν ὀρθῶς καὶ ἐπερωτώμενος ἀποκρίνεσθαι.
4 ἀλλ’ οὐδ’ ἐν ἑτέρῳ τούτων νῦν ἐπηγγείλατο τελέως
5 διώρισται.