16 κδʹ.
17 Καταδεῖν δὲ μηδὲν μηδενὶ, μηδὲ περιπλάσσειν. εὖ γὰρ εἰδέναι
18 χρὴ, ὅτι πίεξις καὶ ἀχθοφορίη πᾶν κακὸν τοῖσι τοιούτοισίν
19 ἐστιν.
18a.700
1
Οὐ μόνον ἀφεῖλε τὴν διὰ τῶν ὑποδεσμίδων ἐπίθεσιν
2
ἐπὶ τούτων, ᾗ διὰ παντὸς ἐχρῆτο κατά τε τὰ κατάγματα
3
καὶ τὰς ἐξαρθρήσεις, ἀλλὰ καὶ τὰς ἔξωθεν ἐπὶ τοῖς ἐρίοις
4
γινομένας περιβολὰς τῶν ἐπιδέσμων· καὶ τὴν αἰτίαν εἶπεν
5
αὐτὸς, ὅτι πίεξις καὶ ἀχθοφορίη πᾶν κακὸν τοῖς τοιούτοις
6
ἐστίν. ἀρκεῖ τοιγαροῦν αὐτοῖς μόνα τὰ ἔργα μήτε πίεσιν
7
ἐργάσασθαι μήτ’ ἀχθοφορίαν δυνάμενα διὰ μαλακότητά τε
8
καὶ κουφότητα. ταῦτα δὲ πάλιν οὐχ ὡς ἕλκος ἰώμενος δέδιεν,
9
ἀλλὰ καὶ τὸν ἐκ τῶν γεγυμνωμένων τε καὶ τεθλασμένων
10
τενόντων καὶ νεύρων φυλαττόμενος σπασμόν.