Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.)
urn:cts:greekLit:tlg0057.tlg095
Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
editio(nes) critica(e):
translatio Latina: Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, pp. 300-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
translationes recentiores Abballe, 1972 (ita)

12 οβʹ.

13 Ὅσα δὲ τῶν ἄνωθεν παρολισθαίνοντα ἐς τὸ πλάγιον ἦλθεν
14 ἐς τὸ κατωτέρω, συμπορσύνοι ἂν τὴν κατόρθωσιν, εἰ
15 μὲν ἄνθρωπος ὕπτιος κέοιτο, κατὰ δὲ τὸ μεσηγὺ τῶν
16 ὠμοπλατέων ὑψηλότερόν τι ὀλίγον ὑποκέοιτο, ὡς περιῤῥηδὲς
17 ἔῃ τὸ στῆθος ὡς μάλιστα καὶ τὸν βραχίονα, εἰ ἀνάγοι 18a.420
1 τις παρὰ τὰς πλευρὰς παρατεταμένον. δὲ ἰητρὸς
2 τῇ μὲν ἑτέρῃ χειρὶ ἐς τὴν κεφαλὴν τοῦ βραχίονος ἐμβαλὼν
3 τὸ θέναρ τῆς χειρὸς ἀπωθέοι, τῇ δ’ ἑτέρῃ τὰ ὀστέα
4 τὰ κατεαγότα εὐθετίζοι, οὕτως ἂν μάλιστα ἐς τὴν φύσιν
5 ἄγοι. ἀτὰρ ὅπερ ἤδη εἴρηται, εὖ μάλα τὸ ἄνωθεν ὀστέον
6 ἐς τὸ κάτω φιλέει ὑποδύνειν. τοῖσι μὲν οὖν πλείστοισιν
7 ὅταν ἐπιδεθῶσι, τὸ σχῆμα ἀρήγει, παρ’ αὐτὰς τὰς πλευρὰς
8 τὸν ἀγκῶνα ἔχοντα οὕτως ἐς τὸ ἄνω τὸν ὦμον ἀναγκάζεσθαι.
9 ἔστι δ’ οἷσι μὲν τὸν ὦμον ἀναγκάζειν δεῖ ἐς
10 τὸ ἄνω, ὡς εἴρηται.



12 Ὅταν οὖν τὸ συνεχὲς τῶν στέρνων μέρος τῆς κλειδὸς
13 εἰς τὸ πλάγιον εἰς τὸ κάτω παρολισθῇ, τηνικαῦτά φησι
14 συμπαρασκευάζεσθαι εἰς τὴν κατόρθωσιν, εἴ τις τὸν ἄνθρωπον
15 ὕπτιον κατακλίνας ὑποθείη μεταξὺ τῶν ὠμοπλατῶν
16 κατ’ αὐτὴν τὴν ῥάχιν, δηλονότι προσκεφάλαιον ὑπαυχένιον
17 τι τοιοῦτον, ὡς περικεκλασμένον κατὰ τοῦτο γίνεσθαι τὸν
18 θώρακα σύμπαντα. τὸ γὰρ περιῤῥηδὲς ἔῃ οὕτως εἴρηται
19 καὶ παρὰ τῷ ποιητῇ·

20Περιῤῥηδής τε τραπέζης κατέπεσε.
18a.421


1 κατὰ τοῦτον οὖν τὸν τρόπον σχηματισθέντος τοῦ ἀνθρώπου
2 τὸν ἰατρὸν ἀξιοῖ τῇ μὲν ἑτέρᾳ χειρὶ τὴν κεφαλὴν τοῦ
3 βραχίονος διανάγειν παρὰ τὰς πλευρὰς παρατεταμένον ἀπωθεῖν
4 ἐκτός. οὕτως γὰρ ἂν διασταίη μάλιστα τὰ κατεαγότα
5 μόρια τῆς κλειδὸς εἰς τοῦτο καὶ τοῦ περιῤῥηδοῦς σχήματος
6 συντελοῦντος οὐ μικρόν. διαπλάττειν δὲ τῇ ἑτέρᾳ χειρὶ καὶ
7 συναπάγειν πρὸς ἄλληλα τὰ διεστῶτα τῆς χειρὸς μόρια τὸν
8 βραχίονα πρὸς τὰς πλευρὰς παρατεταμένον ἀνάγοντα κατὰ
9 τὴν ἑξῆς ῥῆσιν ἐνίοτέ φησιν ἄμεινον εἶναι.