Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.)
urn:cts:greekLit:tlg0057.tlg095
Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
editio(nes) critica(e):
translatio Latina: Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, pp. 300-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
translationes recentiores Abballe, 1972 (ita)

13 κστʹ.

14 Καλῶς γὰρ Ὅμηρος καταμεμαθήκει ὅτι πάντων τῶν προβάτων
15 βόες ὅτι μάλιστα πονέουσι ταύτην τὴν ὥρην καὶ
16 βοῶν οἱ ἀρόται, ὅτι κατὰ τὸν χειμῶνα ἐργάζονται. τούτοισι
17 τοίνυν ἐκπίπτει μάλιστα, οὗτοι γὰρ μάλιστα λεπτύνονται·
18 τὰ μὲν γὰρ ἄλλα βοσκήματα δύναται βραχεῖαν 18a.356
1 τὴν πόην βόσκεσθαι, βοῦς δὲ οὐ μάλα, πρὶν βαθεῖα
2 γένηται. τοῖσι μὲν γὰρ ἄλλοισίν ἐστι λεπτὴ προβολὴ
3 τοῦ χείλεος, λεπτὴ δὲ ἄνω γνάθος, παχεῖα δὲ
4 καὶ ἀμβλεῖα ἄνω γνάθος, διὰ ταῦτα ὑποβάλλειν εἰς τὰς
5 βραχεῖας πόας οὐ δύνανται.



7 Πρόβατα νῦν εἷπεν ἅπαντα τὰ βοσκήματα, καθάπερ
8 ἐν τῷ περὶ ἱερῆς νόσου γέγραπται κατὰ λέξιν οὕτως· οὐκ
9 ἔστιν ἄλλο πρόβατον οὐδὲν βόες καὶ αἶγες. καὶ τὸ παρὰ
10 τῷ ποιητῇ τοιοῦτόν ἐστιν, ἔνθα φησί·

11Πολλά τέ οἱ πρόβατ’ ἐστί.


12 βούλεται γὰρ ἀγέλας βοσκημάτων δηλοῦν. ἐχρήσαντο καὶ
13 ἄλλοι οὕτως τῶν παλαιῶν τῇ φωνῇ.