1 βʹ.
2 Ὅκου παραφροσύνην ὕπνος παύει, ἀγαθόν.
4
Ἐὰν ἐφεξῆς ἀλλήλων εἴπωμεν ἀμφοτέρους τοὺς ἀφορισμοὺς,
5
τοῦτόν τε καὶ τὸν προειρημένον, ὅλος ὁ λόγος γενήσεται τοιοῦτος·
6
ἐν ᾧ νοσήματι ὕπνος πόνον ποιεῖ, θανάσιμον, ἢν δ’ ὕπνος ὠφελέῃ,
7
οὐ θανάσιμον. ὅκου γοῦν παραφροσύνην ὕπνος παύει, ἀγαθόν.
8
ἵνα δ’ οἶον παράδειγμά τι τῶν κατὰ μέρος ἓν ἐπιφέρηται
9
τῷ προειρημένῳ λόγῳ τῷ καθόλου, ὡς εἰ καὶ οὕτως εἶπεν·
10
ὅκου ὀδύνην ὕπνος παύει ἀγαθόν. ὅκου πυρετὸν ὕπνος,
11
ἀγαθόν. ἀλλ’ ἠρκέσθη τὸ κινδυνωδέστερον εἰπεῖν, νόσημα
12
μόνον. ἐναργέστερον γὰρ ἡ τῶν καθόλου λόγων ἀλήθεια
13
διὰ τῶν τοιούτων ἐπιδείκνυται παραδειγμάτων.