14 θʹ.
15 Τοὺς δὲ μελαγχολικοὺς ἁδροτέρως τὰς κάτω, τῷ αὐτῷ λογισμῷ
16 τὰ ἐναντία προστιθείς.
17b.667
1
Φαρμακεύειν τὰς κοιλίας δηλονότι τὰς κάτω τῶν μελαγχολικῶν
2
ἁδροτέρως χρή. ἁδροτέρως δὲ εἴρηκεν ἀντὶ τοῦ
3
σφοδρῶς. ὅτι δὲ κάτω ῥέπει ὁ χυμὸς οὗτος, εἰκότως αὐτὸν
4
ἐκκενοῦν διὰ τῆς κάτω κελεύει γαστρὸς, ὥσπερ τὴν ξανθὴν
5
χολὴν διὰ τῆς ἄνω, κοῦφον ὄντα χυμὸν ἐπιπολάζοντά τε
6
συνεχῶς αὐτόματον. ἐν ἀμφοτέροις μὲν οὖν κοινὸν τὸ ἄγειν
7
ἢ ῥέπειν διὰ τῶν ξυμφερόντων χωρίων. ἴδιον δὲ τοῦ μὲν
8
ἑτέρου τῶν χυμῶν ἄνω ποιεῖσθαι τὴν κένωσιν, ὅτι ταύτῃ
9
ῥέπει, τοῦ δ’ ἑτέρου κάτω, διότι καὶ οὗτος ῥέπει ταύτῃ.
10
ἐναντίον οἶν τὸ ἄνω κενοῦν τῷ κάτω, ὃ καθ’ ἕνα γίγνεται
11
λογισμὸν κοινὸν, διὸ καὶ προσηκόντως εἶπεν ὁ Ἱπποκράτης,
12
τῷ αὐτῷ λογισμῷ τὰ ἐναντία προστιθείς.