Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.)
urn:cts:greekLit:tlg0057.tlg092
Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
editio(nes) critica(e): Savino, 2020 (grc;ita)
translatio Latina: Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, pp. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
translationes recentiores Savino, 2020 (grc;ita)

7 μηʹ.

8  Στραγγουρίην καὶ δυσουρίην θώρηξις καὶ φλεβοτομίη
9 λύει, τέμνειν δὲ τὰς εἴσω.



11 Ὅτι μὲν στραγγουρία τὴν κατὰ στράγγα τῶν οὔρων
12 ἀπόκρισιν δηλοῖ τοὔνομα αὐτὸ διδάσκει. δυσουρία δὲ δύναται
13 μὲν καὶ μετ’ ὀδύνης οὔρησις εἰρῆσθαι, δύναται δὲ
14 καὶ μετὰ δυσχερείας τινὸς, ὡς μόγις ἐνεργεῖν τὴν κύστιν.
15 τὴν μὲν οὖν στραγγουρίαν αὐτῶν τε τῶν οὔρων ἐργάζεται
16 δριμύτης, ἀῤῥωστία τε τῆς καθεκτικῆς ἐν τῇ κύστει δυνάμεως,
17 ἥτις γίνεται διὰ δυσκρασίαν καὶ μάλιστα τὴν ψυχράν.
18 τὴν δὲ δυσουρίαν, εἰ μὲν μετὰ ὀδύνης εἴη, φλεγμονὴ 18a.154
1 καὶ ἀπόστημα καὶ ἕλκωσις ἀνώμαλός τε δυσκρασία καὶ
2 πνεῦμα φυσῶδες· εἰ δὲ δυσχερής τις κίνησις εἴη, ἀῤῥωστία
3 δυνάμεως παρὰ φύσιν ὄγκος. ἐκ τούτων ἁπασῶν
4 τῶν διαθέσεων τὴν μὲν ψύξιν θώρηξις λύει, τουτέστιν
5 ἤτοι ἁπλῶς οἴνου πόσις ἀκρατεστέρου· καὶ μέντοι τὴν
6 τοιαύτην φλεγμονὴν, ἥτις δι’ ἔμφραξιν παχέος αἵματος
7 ἄνευ πλήθους ἐγένετο, τὴν δὲ σὺν πλήθει φλεγμονὴν, ἤδη
8 δὲ καὶ τὴν ἄλλην, ὅση χωρὶς μὲν ἐνδείας ἐστὶ, μετ’ εὐρωστίας
9 δὲ δυνάμεως, ἰᾶται φλεβοτομία. περὶ δὲ τοῦ τέμνειν
10 τὰς εἴσω φλέβας εἴρηταί μοι κατὰ τὸ πρὸ τούτου βιβλίον,
11 ἐν τόνδε τὸν ἀφορισμὸν ἐξηγούμην, δυσουρίην φλεβοτομίη
12 λύει, τέμνειν δὲ τὰς εἴσω.