Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.)
urn:cts:greekLit:tlg0057.tlg092
Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
editio(nes) critica(e): Savino, 2020 (grc;ita)
translatio Latina: Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, pp. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
translationes recentiores Savino, 2020 (grc;ita)

11 κγʹ.

12 Ἐν τουτέοισι δὲ δεῖ τῷ ψυχρῷ χρέεσθαι, ὁκόθεν αἱμοῤῥαγέει
13 αἱμοῤῥαγέιν μέλλει, μὴ ἐπ’ αὐτὰ, ἀλλὰ περὶ αὐτὰ
14 ὁκόθεν ἐπιῤῥεῖ καὶ ὁκόσα φλεγμοναὶ ἐπιφλογίσματα ἐς
15 τὸ ἐρυθρὸν καὶ ὕφαιμον ῥέποντα νεαρῷ αἵματι ἐπὶ ταῦτα·
16 ἐπεὶ τά γε παλαιὰ μελαίνει καὶ ἐρυσίπελας τὸ μὴ ἑλκούμενον
17 ὠφελέει, ἐπεὶ τό γε ἑλκούμενον βλάπτει.


17b.812


1  Τὰς ἐκ τοῦ ψυχροῦ γιγνομένας ὠφελείας τε
2 καὶ βλάβας ἐν τῷδε διεξέρχεται, πρῶτον μὲν λέγων ἐπὶ τῶν
3 αἱμοῤῥαγούντων μελλόντων χρήσιμον ὑπάρχειν αὐτὸ, μὴ
4 τοῖς αἱμοῤῥαγοῦσι μέρεσιν αὐτὸ προσαγόμενον. ἕλκεσι γὰρ
5 τὸ ψυχρὸν δακνῶδες, ἀλλὰ τοῖς πέριξ αὐτῶν καὶ μάλιστα
6 ἐκείνοις, ὅθεν ἐπιῤῥεῖ τι τοῖς ἕλκεσι, καὶ μὲν δὴ καὶ τὰς
7 φλεγμονὰς ἁπάσας, ὅσα τε ὡς αὐτὸς ὠνόμασεν ἐπιφλογίσματα,
8 τουτέστιν ὥσπερ ὑπὸ φλογὸς ἐπικεκαυμένα διὰ τὴν
9 θερμασίαν τῶν ἐργασαμένων αὐτὰ χυμῶν· καὶ γὰρ καὶ ταῦτα
10 χαίρει τῷ ψυχρῷ. φαίνεται δέ σοι θεωμένῳ ταῦτα πάντα
11 κατὰ τὴν χρόαν ἐρυθρὰ καὶ ὕφαιμα, νεαρῷ δηλονότι καὶ
12 οὐ παλαιῷ τῷ αἵματι, τὸ γὰρ εὐανθὲς οὐκ ἔχει τὸ παλαιὸν
13 αἷμα. διὸ καὶ προσαγομένου τοῦ ψυχροῦ τῷ τοιούτῳ πελιδνοῦσθα
14 τε καὶ μελαίνεσθαι συμβαίνει τὰ πεπονθότα μόρια.
15 κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐρυσίπελας ὠφελεῖται πρὸς
16 τοῦ ψυχροῦ τὸ χωρὶς ἕλκους, ὡς τῷ γε ἡλκωμένῳ δακνῶδές
17 τε καὶ ὀδυνῶδές ἐστι τὸ ψυχρὸν καὶ ταύτῃ βλάπτει τῶν
18 ὀδυνωμένων μερῶν ἀεὶ ῥεῦμα κινούντων ἐφ’ ἑαυτά.



17b.813