10 κζʹ.
11 Ὁκόσοισι δὲ πίνειν ὄρεξις νύκτωρ, τοῖσι πάνυ διψώδεσιν,
12 ἢν ἐπικοιμηθῶσιν, ἀγαθόν.
14
Οὔτ’ εἰ δοτέον ἐστὶ τὸ ποτὸν ἐπὶ τῶν ἐν νυκτὶ πάνυ
15
διψησάντων ἐδήλωσεν, ἀλλὰ μόνον ὅ τι συμφέρει τούτοις ἐπικοιμηθῆναι.
16
πεφθήσεται γὰρ δηλονότι καὶ ὑποκαταβήσεται
17
κατὰ τὸν ὕπνον, ὅ τί περ ἂν ᾖ τὸ τῆς δίψης αἴτιον. οὐ
18
μὴν οὐδ’ ἄδηλόν ἐστιν, ὡς τοῖς πάνυ διψῶσι δοτέον ἐστὶ 17b.817
1
τὸ ποτὸν, εἴτ’ ἐξ οἴνου πόσεως ἀκρατεστέρου τοῦτ’ αὐτοῖς
2
εἴη γεγενημένον εἴτ’ ἐξ ἐνδείας ποτοῦ. τό τε γὰρ τὴν ἔνδειαν
3
ἰᾶσθαι προσφορᾷ τό τε τὴν ἐξ οἴνου θερμασίαν
4
ὕδατι σβεννύναι τῶν ὑγιεινῶν ἐστι θεωρημάτων. εἰ μέντοι
5
μετρίως εἶεν διψώδεις, οὐ πάντως ἐστὶ δοτέον αὐτοῖς τὸ
6
ποτὸν, ἀλλ’ ἐπισκεπτέον εἴτ’ ἐνδείᾳ πάσχουσιν ὑγρότητος
7
τὸ τοιοῦτον εἶτε δι’ οἴνου πλείονα πόσιν, ἐγχωρεῖ γὰρ τούτους
8
κοιμηθέντας ὠφεληθῆναι.