5 λγʹ.
6 Ἀτὰρ ἢν καὶ προπεπονηκός τι ᾖ πρὸ τοῦ νοσεῖν,
7 ἐνταῦθα στηρίζει ἡ νοῦσος.
9
Εἴτε συνάπτειν τις ἐθέλει τοῖς προειρημένοις δύο λόγοις
10
καὶ τοῦτον νῦν εἰρημένον εἰς ἑνὸς ἀφορισμοῦ συμπλήρωσιν
11
εἴθ’ ἕκαστον ἰδίᾳ περιγράφειν οὐ διοίσει. δέδεικται
12
γὰρ ἥ τε κοινότης αὐτῶν καὶ ἡ καθ’ ἕκαστον ἰδιότης ἐν
13
τῷ προειρημένῳ λόγῳ. ῥηθήσεται δὲ καὶ νῦν ἔτι διὰ βραχέων.
14
ὅταν ἐν νοσήματι κοπώδης αἴσθησις ᾖ τῷ κάμνοντι,
15
προσδέχεσθαι χρὴ γενήσεσθαί τινα ἀπόστασιν εἰς ἄρθρα
16
καὶ μάλιστα περὶ τὰς γνάθους. ὁμοίως δὲ καὶ ἐὰν ἀνακομιζόμενος
17
ἐκ νόσου κάμῃ τινὶ μορίῳ τοῦ σώματος ἢ πρὶν 17b.702
1
τοῦ νοσεῖν. εἴωθε γὰρ κατὰ πολὺ κατασκήπτειν εἰς τὰ
2
τοιαῦτα, κατ’ ἐκείνας δηλονότι τῶν νόσων, ἐφ’ ὦν ἐλπίς
3
ἐστιν ἀπόστασιν γενέσθαι καὶ μὴ προκριθῆναι τὸ νόσημα
4
δι’ ἐκκρίσεως. εἴρηται μὲν οὖν τινα κἀν τοῖς πρόσθεν
5
ὑπὲρ τῆς τῶν τοιούτων νοσημάτων διαγνώσεως. ὁ δὲ σύμπας
6
λόγος ἐν τοῖς περὶ κρίσεων ὑπομνήμασι διήρηται.