Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.)
urn:cts:greekLit:tlg0057.tlg092
Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
editio(nes) critica(e): Savino, 2020 (grc;ita)
translatio Latina: Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, pp. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
translationes recentiores Savino, 2020 (grc;ita)

12 μγʹ.

13  Γυνὴ ἀμφιδέξιος οὐ γίγνεται.



15 Ἀμφιδέξιον Εὐριπίδης εἴρηκε σίδηρον τὸν ἑκατέρωθεν
16 μὲν τέμνοντα, περιδέξιον δὲ τὸν Ἀστεροπαῖον Ὅμηρος τὸν
17 ἀμφοτέραις ταῖς χερσὶν ὁμοίως χρώμενον, ὡσεὶ καὶ ἀμφοτεροδέξιον
18 εἰρήκει. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἀμφαριστερὸν 18a.148
1 Ἀριστοφάνης εἶπεν ἐν Ταγηνίταις ἄνθρωπον ἀμφοτέρωθεν
2 ἀριστερόν. Ἱππῶναξ ἀμφιδέξιον ἔφη κατὰ τόνδε τὸν
3 ἴαμβον.

4Ἀμφιδέξιος γὰρ εἰ μὴ καὶ οὐχ ἁμαρτάνω.


5 ἄνδρες μὲν οὖν ἀμφοτέραις ταῖς χερσὶν ὡς δεξιαῖς χρώμενοι
6 πολλάκις ὤφθησαν, γυνὴ δὲ οὐδεμία μέχρι δεῦρο, διὰ
7 τὴν ἀσθένειαν τῆς φύσεως. εἴπερ γὰρ ἀμφοτέραις ταῖς
8 χερσὶ διὰ ῥώμην τῆς κατὰ τὰ νεῦρα καὶ τοὺς μῦς δυνάμεως
9 ἄνδρες τινὲς χρῶνται, δεόντως οὐδεμία γυνὴ χρήσεται,
10 γε ἀγαπητόν ἐστι τῇ δεξιᾷ μόνῃ χρῆσθαι μετρίως.
11 τὰς γοῦν Ἀμαζονίδας αὐτός φησιν ἐπικαίειν τὸν δεξιὸν
12 τιτθὸν, ἵνα εἰς τὴν πλησίον χεῖρα πλείονος τροφῆς ἀφικνουμένης
13 εὐρωστία τις αὐτῇ προσγένηται, ὡς τῇ φύσει γε
14 καὶ ταύτης ὑπαρχούσης ἀσθενοῦς. ἔνιοι μέντοι φασὶν ἀμφιδέξιον
15 εἰρῆσθαι τὴν ἐν τῷ δεξιῷ μέρει τῆς μήτρας γινομένην.
16 καὶ τούτων ἔτ’ ἀλογώτερον ἕτεροι περὶ τῶν ἑρμαφροδίτων
17 ὀνομαζομένων τὸν λόγον εἶναί φασι τῷ Ἱπποκράτει 18a.149
1 τῷ μὲν ἄῤῥενι προσγίνεσθαι φάσκοντι γυναικεῖον αἰδοῖον,
2 τῇ θηλείᾳ δὲ μὴ προσγίνεσθαι τὸ ἀνδρεῖον.