13 μγʹ.
14 Ὁκόσοι σπληνώδεες ὑπὸ δυσεντερίης ἁλίσκονται, τουτέοισιν
15 ἐπιγιγνομένης μακρῆς δυσεντερίης ἢ ὕδρωψ ἐπιγίνεται ἢ
16 λειεντερίη καὶ ἀπόλλυνται.
18a.67
1
Ἐχρῆν τούτου προτετάχθαι τὸν ἀφορισμὸν ἐκεῖνον,
2
καθ’ ὅν φησι· τοῖς σπληνώδεσι δυσεντερίη ἐπιγινομένη ἀγαθόν.
3
ἀλλ’ οὗτος μὲν ἐν τοῖς ἑξῆς ἐστὶ μετὰ τέσσαρας ἄλλους
4
μέσους, ἡμῖν δ’ ἀναγκαῖον αὐτοῦ ἤδη μνημονεῦσαι.
5
ὅσοι γὰρ σπληνώδεις εἰσὶ, τουτέστι ὅσοι σπλῆνα χρονίως
6
ἐσκληρυσμένον ἔχουσι, τούτοις ἐπιγινομένη δυσεντερία λύει
7
τὴν διάθεσιν. ὅσον γε κατὰ τὸν λόγον τῆς μεταστάσεώς
8
τε καὶ κενώσεως τῶν ἐμπεπλασμένων τῷ σπληνὶ
9
παχέων τε καὶ μελαγχολικῶν χυμῶν ἀποτελεσθῇ. ἀλλ’ ἐπεὶ
10
πολλάκις ὑπὲρ τὸ σύμμετρον αἱ τοιαῦται κενώσεις ἐκτεινόμεναι
11
βλαβεραὶ τοῖς κάμνουσι γίνονται, δεόντως ὁ Ἱπποκράτης
12
ἐδήλωσεν ἐς ὅ τι τελευτᾷν πέφυκεν ἄμετρος δυσεντερία,
13
τοιαύταις ἐπιγινομένη διαθέσεσι· κακωθέντων γάρ
14
τοι τῶν ἐντέρων ὑπὸ τῆς διόδου τῶν μοχθηρῶν χυμῶν,
15
ἥ τε δύναμις αὐτῶν κάμνει καὶ ἡ συμμετρία τῆς ἐμφύτου
16
θερμασίας ἀπόλλυται. διὰ τοῦτο οὖν ἡ λειεντερία καὶ ὁ
17
ὕδερος ἐπιγίνονται. λειεντερία μὲν ἐπὶ τῇ τῶν ἐντέρων
18
κακώσει μόνῃ· ὁ δ’ ὕδερος κατὰ συμπάθειάν τε ἥπατος καὶ
19
σπληνὸς καὶ πάντως τοῦ γένους τῶν φλεβῶν.
18a.68