14 ιʹ.
15 Φαρμακεύειν ἐν τῇσι λίην ὀξέσιν, ἢν ὀργᾷ, αὐθημερόν·
16 χρονίζειν γὰρ ἐν τοῖσι τοιουτέοισι κακόν.
17b.668
1
Εἴρηταί μοι καὶ πρόσθεν ὅτι τὴν ὀργᾷ φωνὴν ὁ Ἱπποκράτης
2
ἀπὸ τῶν ζώων μετενήνοχε τῶν ἐπειγομένων χρῆσθαι
3
συνουσίᾳ, φυσικήν τινα ταύτην ἐπιθυμίαν ἰσχόντων
4
αὐτῶν εἰς τὴν τοῦ σπέρματος ἀπόκρισιν. ἐδείχθη γὰρ ἐν
5
τοῖς περὶ σπέρματος λόγοις καὶ τὸ θῆλυ κατὰ τὰς συνουσίας
6
σπερμαῖνον. ὅταν οὖν ἤτοι γε ἐν ὅλῳ τῷ σώματι
7
παραπλησία τῇδε γένηται τῆς φύσεως ὁρμὴ πρὸς ἀπόκρισιν
8
τῶν περιττῶν ἢ εἰ καὶ μὴ καθ’ ὅλον, ἀλλά γε κατὰ τὰ
9
κυριώτατα μέρη, τὸ τοιοῦτον ὁ Ἱπποκράτης ὀργᾷν ὀνομάζειν
10
εἴωθεν. ἀξιοῖ τε διὰ φαρμάκου κενοῦν αὐτίκα, πρὶν
11
ἤτοι κακωθῆναι τὴν δύναμιν ἢ αὐξηθῆναι τὴν τοῦ πυρετοῦ
12
θερμασίαν ἢ εἰς κύριόν τι κατασκῆψαι μόριον τοὺς ἁλωμένους
13
κατὰ τὸ σῶμα χυμούς. ὅτι δὲ λίαν ὀξέα κέκληκε
14
νῦν ἃ πρόσθεν ὠνόμασε κατόξεα δῆλον παντί καὶ μέντοι
15
καὶ ὅτι τῆς τούτων κρίσεως ὅρος ἐστὶν ἡ ἑβδομὰς ἡ πρώτη
16
λέλεκταί μοι καὶ τοῦτο πρόσθεν.
17b.669