10 στʹ.
11 Ἐν νούσῳ πολυχρονίῃ ἀποσιτίη καὶ ἄκρητοι ὑποχωρήσιες
12 κακόν.
14
Καὶ αὐτὴ μὲν καθ’ ἑαυτὴν ἡ ἀποσιτία σημεῖον ἐστι
15
μοχθηρὸν ἐν χρονίοις νοσήμασιν. ἐπὶ γὰρ τῶν σωθήσεσθαι
16
μελλόντων ἐκ τῶν τοιούτων νοσημάτων αὐτῷ τοὐναντίον
17
ὄρεξις σφοδροτέρα γίνεται σιτίων. ὥστ’ οὐκ ἀγαθὸν σημεῖον
18
ἡ ἀποσιτία. ὅταν δὲ καὶ τὰ κατὰ τὰς διαχωρήσεις 18a.107
1
ὑπάρχει πονηρὰ, πολὺ δὴ καὶ μᾶλλον. ἀκράτους δ’ ὑποχωρήσεις
2
εἴρηκε τὰς ἀμίκτους ὑδατώδους ὑγρότητος αὐτοῦ
3
τοῦ κενουμένου χυμοῦ μόνου διαχωροῦντος, εἴτε πικρόχολος
4
εἴτε μελαγχολικὸς εἴτε πρασοειδὴς εἴτε ὁ τῆς ἰώδους λεγομένης
5
ὑπάρχει χολῆς, ἐνδείκνυνται γὰρ αἱ τοιαῦται διαχωρήσεις
6
ἐκπεφρύχθαι τὴν κατὰ φύσιν ὑγρότητα πᾶσαν
7
ὑπὸ τῆς πυρετώδους θερμασίας.