12 ιθʹ.
13 Νοσήματα δὲ πάντα μὲν ἐν πάσῃσι τῇσιν ὥρῃσι
14 γίνονται, μᾶλλον δ’ ἔνια κατ’ ἐνίας αὐτέων καὶ γίνεται
15 καὶ παροξύνεται.
17b.615
1
Εἰ μὲν ἡ τοῦ περιέχοντος ἡμᾶς ἀέρος κρᾶσις ἦν αἰτία
2
μόνη τῶν νοσημάτων, ἅπαντες ἂν ἐνοσοῦμεν ἐν ἑκάστῃ
3
τῶν ὡρῶν, ἐκείνας τὰς νόσους ὅσαι τῶν ὡρῶν εἰσιν οἰκεῖαι.
4
νυνὶ δὲ ἐπειδὴ καὶ διὰ τὰς ἐν τῷ βίῳ πλημμελείας αἱ νόσοι
5
γίνονται, πᾶσαι μὲν ἐν ἁπάσαις ἔσονται ταῖς ὥραις,
6
πλείους δὲ καθ’ ἑκάστην αὐτῶν αἱ οἰκεῖαι. συμβάλλεται μὲν
7
οὐ μικρὸν εἰς τοῦτο καὶ ἡ τῶν φύσεων διαφορά. οὐ γὰρ
8
ὁμοίως ὑπὸ τῆς αὐτῆς αἰτίας ὁ θερμὸς τῷ ψυχρῷ βλάπτεσθαι
9
πέφυκεν ἢ ὁ ὑγρὸς τῷ ξηρῷ. καθάπερ οὐδὲ ὁ
10
εὔκρατος ἑκάστῳ τούτων, οὔτε τοῖς κατὰ συζυγίαν τινὰ δυσκράτοις,
11
ὡς ἔμπροσθεν εἴρηται.