1 λζʹ.
2 Οἱ εὖ τὰ σώματα ἔχοντες φαρμακεύεσθαι ἐργώδεες.
4
Οὐ τοὺς ὁτιοῦν φάρμακον προσφερομένους φαρμακεύεσθαι
5
λέγειν εἴωθεν ὁ Ἱπποκράτης, ἀλλ’ ἐπὶ μόνων τῶν
6
καθαιρόντων τούτῳ χρῆται τῷ ῥήματι. ὁ μὲν οὖν προγεγραμμένος
7
ἀφορισμὸς ἓν τῶν προσγινομένων αὐτοῖς ἐδήλωσε
8
σύμπτωμα. ἐκλύεσθαι γὰρ ἔφη ταχέως ἐν ταῖς καθάρσεσι
9
τοὺς ὑγιεινῶς ἔχοντας. ἐν τῇ δὲ γενικωτέρᾳ λέξει περὶ τῶν
10
αὐτῶν ἀπεφῄνατο, λέγων αὐτοὺς ἐργῶδες εἶναι φαρμακεύεσθαι·
11
καὶ γὰρ ἰλιγγιῶσι καὶ στροφοῦνται καὶ δυσχερῶς αὐτοῖς
12
ἡ κάθαρσις προχωρεῖ καὶ πρὸς τούτοις ἔτι ταχέως
13
ἐκλύονται. γίνεται δὲ ταῦτα πάντα καθαρτικοῦ φαρμάκου
14
τὸν οἰκεῖον μὲν ἕλκειν χυμὸν ἐφιεμένου, ἤτοι τὴν ξανθὴν
15
ἢ τὴν μέλαιναν χολὴν ἢ τὸ φλέγμα ἢ τὸ ὑδατῶδες περίττωμα. 17b.537
1
τῷ δ’ ἀπορεῖν αὐτοῦ τὸ αἷμα καὶ τὰς σάρκας συντήκει,
2
ἵν’ ἐξ ἐκείνων ἕλξῃ τὸ οἰκεῖον.