Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.)
urn:cts:greekLit:tlg0057.tlg092
Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
editio(nes) critica(e): Savino, 2020 (grc;ita)
translatio Latina: Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, pp. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
translationes recentiores Savino, 2020 (grc;ita)

5 ξδʹ.

6 Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσι τῇ ἑβδόμῃ ἐνάτῃ τῇ τεσσαρεσκαιδεκάτῃ
7 ἴκτεροι ἐπιγίνονται, ἀγαθὸν, ἢν μὴ τὸ
8 ὑποχόνδριον τὸ δεξιὸν σκληρὸν γένηται, εἰ δὲ μὴ, οὐκ
9 ἀγαθόν.



11 πρὸ τούτου γεγραμμένος ἀφορισμὸς ἀτάκτως μοι
12 δοκεῖ παρεγκεῖσθαι. βέλτιον γὰρ ἦν συνῆφθαι τὸν νῦν εἰρημένον
13 ἀφορισμὸν ἐκείνῳ, καθ’ ὅν φησιν·  οἷσιν
14 ἂν ἐν πυρετῷ ἴκτερος ἐπιγένηται πρὸ ἑπτὰ ἡμερῶν, κακόν·
15 ἵν’ σύμπας λόγος γένηται τοιοῦτος, πρὸ μὲν τῶν ἑπτὰ
16 ἡμερῶν ἴκτερον γενέσθαι κακὸν πάντως, μετὰ δὲ τὰς ἑπτὰ
17 χρηστόν· εἰ μή τι τὸ δεξιὸν ὑποχόνδριον σκληρὸν εἴη,
18 τουτέστιν εἰ μή τις ἐν τῷ σπλάγχνῳ ἤτοι τῷ ἥπατι κακοπραγία 17b.745
1 τῶν ὀλίγον ἔμπροσθεν εἰρημένων ὑπάρχει. καθαιρομένου
2 γὰρ ἐν αὐτῷ τοῦ αἵματος καὶ τῆς χολῆς μεταλαμβανομένης
3 ἐκ τῶν φλεβῶν εἰς τοὺς χοληδόχους πόρους, ἐάν
4 τε ἔμφραξίς τις γένηται, κατά τι τῶν μεταλαμβανόντων
5 χωρίων, ἐάν τε φλεγμονή τις σκίῤῥος, ἀνάγκη πᾶσα μήτε
6 καθαίρεσθαι τὸ αἷμα καὶ συναναφέρεσθαι τὴν χολὴν αὐτῷ
7 πάντῃ σώματος, ἐντεῦθέν τε τὸν ἴκτερον γίγνεσθαι.