10 εʹ.
11 Ἢν μεθύων ἐξαίφνης ἄφωνός τις γένηται, σπασθεὶς ἀποθνήσκει,
12 ἢν μὴ πυρετὸς ἐπιλάβῃ ἢ ἐς τὴν ὥρην ἐλθὼν
13 καθ’ ἣν αἱ κραιπάλαι λύονται, φθέγξηται.
15
Πληρουμένων τῶν νεύρων ὁ τοιοῦτος ἐπιγίνεται σπασμός.
16
εἴωθε δὲ ῥᾳδίως αὐτὰ πληροῦν ὁ οἶνος, ὡς ἂν θερμὸς
17
ὑπάρχων τὴν κρᾶσιν τοιαύτη φύσις, ἑτοίμως ἅπασιν 17b.788
1
ἐγκαταδύεται καὶ μάλισθ’ ὅταν μὴ πάνυ τι παχυμερὴς ᾖ.
2
τῷ μὲν οὖν πλήθει τῆς οὐσίας τὸν σπασμὸν ἐπιφέρει τοῖς
3
νεύροις, τῇ ποιότητι δὲ θεραπεύει πάλιν αὐτὸς ἣν εἰργάσατο
4
διάθεσιν, ἐκθερμαίνων τε καὶ ξηραίνων τὰ νεῦρα.
5
ἐὰν οὖν ποτε τοῦτο μὴ δυνηθῇ ποιῆσαι, θάνατον ἀκολουθεῖν
6
ἀναγκαῖόν ἐστιν. ᾗ δὲ δυνάμει τὸν οἶνον ἔφαμεν ἰᾶσθαι
7
τοὺς σπασμοὺς, ταύτῃ δηλονότι καὶ ὁ πυρετὸς ἰᾶται. προσεκτέον
8
δ’ ἐνταῦθα μάλιστα τῷ ἔθει τοῦ Ἱπποκράτους, ἀφώνους
9
ὀνομάζοντος τοὺς ὁπωσοῦν καρουμένους. ἀλλὰ κυρίως
10
λέγεται κάρος ἡ παντὸς τοῦ σώματος αἰφνίδιος ἀναισθησία
11
τε καὶ ἀκινησία· ταύτην οὖν τὴν διάθεσιν ἀφ’
12
ἑνὸς τῶν συμπτωμάτων ὀνομάζειν εἴωθεν ὁ Ἱπποκράτης
13
καὶ γίνεται δηλονότι τῆς ἀρχῆς τῶν νεύρων παθούσης. οὐδὲ
14
γὰρ οὐδὲ ἄλλως ὅλως οἶόν τε σπασθῆναι τὸ σῶμα
15
πρὸ τοῦ ταύτην παθεῖν, ἤτοι πρώτως ἢ κατὰ συμπάθειαν
16
ἑτέρου προπεπονθότος μορίου. κραιπάλας δ’ ὅτι πάντες οἱ
17
Ἕλληνες ὀνομάζουσι τὰς ἐξ οἴνου βλάβας τῆς κεφαλῆς εὔδηλον.
18
οὕτως γοῦν ἔνιοι καὶ τὴν ἐτυμολογίαν ἐποιήσαντο 17b.789
1
τῆς προσηγορίας ἀπὸ τοῦ κάρηνον πάλλεσθαι γεγονέναι
2
φάσκοντες. τὴν δ’ ὥραν καθ’ ἣν αἱ κραιπάλαι λύονται,
3
κέκληκεν ὁ Ἱπποκράτης ἀντὶ τοῦ τὸν καιρόν. ἔστι δ’ οὗτος
4
οὐκ ἀποτετμημένος, οὐδὲ περιγεγραμμένος ἅπασιν ἑνὶ
5
μέτρῳ. τινὲς μὲν γὰρ κατὰ τὴν ὑστεραίαν ἡμέραν ἐπαύσαντο
6
τῆς κραιπάλης, τινὲς δὲ καὶ κατὰ τὴν ἐπιγιγνομένην
7
αὐτὴν νύκτα, τινὲς δ’ ἐν τῇ τρίτῃ πάντως ἡμέρᾳ, καὶ γίνεται
8
τοῦτο διά τε τὴν δύναμιν καὶ τὸ πλῆθος τοῦ ποθέντος οἴνου
9
καὶ αὐτὴν τοῦ πιόντος φύσιν. ὥσπερ γὰρ οὖν ἡ τροφὴ τοῦ
10
πεφθῆναι μίαν ἅπασιν ἀνθρώποις οὐκ ἔχει προθεσμίαν, οὕτως
11
οὐδ’ ὁ οἶνος. ἢ τοίνυν ἡμᾶς ἐμπείρως ἔχειν χρὴ τῆς
12
φύσεως τοῦ κάμνοντος ἢ τὴν ἐξωτάτω προθεσμίαν ἐπιτηρεῖν,
13
καθ’ ἣν, ἐὰν μήτε πυρέξαι φθάσῃ μήτε φθέγξηται, τεθνήξεται
14
πάντως σπασθείς.