1 ιʹ.
2 Κεφαλὴν πονέοντι περιωδυνέοντι πῦον ἢ ὕδωρ ἢ αἷμα
3 ῥυὲν κατὰ τὰς ῥῖνας ἢ κατὰ τὰ ὦτα ἢ κατὰ τὸ στόμα
4 λύει τὸ νόσημα.
6
Πολλὰ καὶ ἄλλα οὕτω δέδεικται λέγων ὁ Ἱπποκράτης,
7
ἐφ’ ὧν ἐὰν μὴ προσέχῃ τις τὸν νοῦν, δοκεῖ μόνον εἶναι τὸ
8
λεγόμενον ὑπ’ αὐτοῦ θεραπευτικὸν τοῦ πάθους, ἄλλο δὲ οὐδέν.
9
ὁ δὲ οὐ τοῦτο μόνον φησὶν, ἀλλ’ ἁπλῶς ὅτι πῦον ἢ
10
ὕδωρ ῥυὲν, ἤτοι διὰ τῶν ὤτων ἢ τῶν ῥινῶν λύει τὸ νόσημα.
11
καὶ εἴ γε οὕτως ἀντιστρέφων εἰρήκει, καθάπερ ἐγὼ
12
νῦν, ἀνέγκλητος ἂν ἦν ὁ λόγος. ἐπειδὰν ἤτοι διὰ φλεγμονὴν
13
ἢ ὑγρῶν ἀπέπτων πλῆθος ἠθροισμένον ἐν τῇ κεφαλῇ τὴν
14
ὀδύνην συμβαίνει γίνεσθαι, τηνικαῦτα τῆς φλεγμονῆς διαπυησάσης
15
ἢ τῆς ὑγρότητος ἐκκριθείσης λύσιν γίνεσθαι τῆς
16
ὀδύνης. ἐὰν δὲ διὰ πνεῦμα φυσῶδες ἢ αἵματος πλῆθος ἢ 18a.21
1
δάκνουσαν χολὴν ἢ ὅλως κατὰ δυσκρασίαν ἡ ὀδύνη γίνεται,
2
δι’ ἄλλων ἰαθήσεται.