16 ιστʹ.
17 Τὸ θερμὸν βλάπτει ταῦτα τοῖσι πλεονάκις χρεομένοισι σαρκῶν 17b.801
1 ἐκθήλυνσιν, νεύρων ἀκράτειαν, γνώμης νάρκωσιν, αἱμοῤῥαγίας,
2 λειποθυμίας· ταῦτα οἶσι θάνατος.
4
Περὶ θερμοῦ καὶ ψυχροῦ χρήσεως ἀμέτρου τε καὶ
5
συμμέτρου λέλεκται μὲν οὐκ ὀλίγα κἀν τῷ περὶ χρήσεως
6
ὑγρῶν, εἴρηται δὲ καὶ κατὰ τοῦτο τὸ χωρίον τῶν ἀφορισμῶν
7
τὸ ἅπαντα σχεδόν γε τὰ κεφάλαια· καὶ πρῶτόν γε
8
αὐτῶν ὅτι τῷ θερμῷ ἀμέτρως χρωμένων ταῦτ’ ἐργάζεται
9
τὰ πάθη σαρκῶν ἐκθήλυνσιν, ὅπερ ἐστὶν ἀτονία. εἴρηται
10
γὰρ ἐκ μεταφορᾶς, ἐπειδὴ τὸ θῆλυ πᾶν ἀσθενέστερόν ἐστιν
11
τοῦ ἄῤῥενος. ὡμολόγηται δὲ τούτῳ καὶ τὸ ἐπιφερόμενον, ἡ
12
τῶν νεύρων ἀκράτεια· καὶ γὰρ ταῦτα ἄῤῥωστα γίνεται, λυομένης
13
αὐτῶν ὑπὸ τοῦ θερμοῦ τῆς οὐσίας. καὶ ἡ τῆς γνώμης
14
δὲ νάρκωσις ἀτονία γνώμης ἐστὶ διαλυομένης δηλονότι
15
καθάπερ τῆς τῶν νεύρων οὐσίας, οὕτω καὶ τῆς τοῦ ἐγκεφάλου.
16
κατὰ δὲ τὸν αὐτὸν τρόπον αἱμοῤῥαγίας ἐπιφέρει
17
ἡ τοῦ θερμοῦ χρῆσις ἄμετρος, ἐκείναις δηλονότι ταῖς 17b.802
1
διαθέσεσι τοῦ σώματος, αἱ πρὸς αἱμοῤῥαγίαν ἐπιτηδείως
2
ἔχουσιν. ἕπονται δὲ ταῖς αἱμοῤῥαγίαις λειποθυμίαι καὶ
3
ταύταις ὁ θάνατος, ὥσπερ γε καὶ τοῖς ἄλλοις τοῖς προειρημένοις.
4
ἀλλ’ ἐκείνοις μὲν ἐν χρόνῳ πλέονι, τοῖς μὲν μᾶλλον,
5
τοῖς δ’ ἧττον. αἱμοῤῥαγίαις δὲ λειποθυμίαις αὐτίκα. γέγραπται
6
μὲν οὖν ἡ τελευτὴ τοῦ ἀφορισμοῦ διαφερόντως ἐν
7
τοῖς ἀντιγράφοις, ἅπασαι δὲ αἱ γραφαὶ τὴν εἰρημένην ἐνδείκνυνται
8
διάνοιαν. ἔστι δ’ αὐτῶν μία μὲν ἥδε, τούτοισι
9
θάνατος· ἑτέρα δὲ, ταῦτα ἐφ’ οἶς ὁ θάνατος· ἡ τρίτη δὲ,
10
ταῦτα οἶσι θάνατος· ἄλλη δὲ, ταῦτα εἰς θάνατον.