12 ιβʹ.
13 Ὁκόσοισι κοιλίαι λειεντεριώδεις, χειμῶνος φαρμακεύειν ἄνω
14 κακόν.
16
Ὅταν ἐν τάχει τῶν ἐσθιομένων ἡ διαχώρησις γίγνηται
17
τοιούτων, οἶα κατεπόθη, λειεντερίαν ὀνομάζουσι τὸ νόσημα. 17b.671
1
γίγνεται μὲν οἶν ἐπὶ τῇ τῆς καθεκτικῆς δυνάμεως
2
ἀῤῥωστίᾳ, ταῖς δυσκρασίαις δ’ ἕπεται πάντων τῶν κατὰ
3
τὴν κοιλίαν ὀργάνων, τουτέστιν αὐτῆς τε τῆς γαστρὸς εἰς
4
ἣν καταπίνομεν τὰ σιτία καὶ τῶν ἐκ ταύτης αὐτὰ διαδεχομένων
5
τε καὶ παραπεμπόντων ἐντέρων. γίγνεται δ’ ἔστιν
6
ὅτε λειεντερία καὶ κατά τινα ἐπιπολῆς ἕλκωσιν, ὁμοίαν ταῖς
7
ἄφθαις. αἱ μὲν οὖν δυσκρασίαι ποτὲ μὲν ὡς ἂν εἴποι τις
8
ἑκτικαὶ γίνονται, καλοῦσι δ’ οὕτως τὰς αὐτῆς τῆς ἕξεως
9
τῶν σωμάτων βεβλαμμένης ἀποτελουμένας, ἔστιν ὅτε διὰ
10
φλέγμα ψυχρὸν, οἷόν ἐστι μάλιστα τὸ ὀξύ· τῶν δ’ ἐπιπολῆς
11
ἑλκώσεων αἴτιόν ἐστι χυμὸς ὁ δριμὺς καὶ λεπτός. οὗτος
12
μὲν οὖν, εἰ καὶ τῆς ἄνω φαρμακείας δεῖται, διὰ τὸ μᾶλλον
13
ἐπιπολάζειν ἢ ὑποχωρεῖν κάτω τοὺς τοιούτους χυμοὺς, ἀλλ’
14
οὐκ ἐν χειμῶνί γε δίδοται, καθότι καὶ πρόσθεν εἴρηται.
15
ὁ δ’ ἕτερος ὁ φλεγματικὸς, ὅταν ᾖ τοῖς ἐντέροις ἐμπεπλασμένος,
16
οὐδέποτε δεῖται τῆς ἄνω φαρμακείας, ὅπερ ἐστὶν
17
ἐμετηρίου φαρμάκου. μόνα γὰρ ἐμεῖσθαι πέφυκε τὰ κατὰ 7 17b.672
1
τὴν γαστέρα. τῶν δ’ ἐν τοῖς ἐντέροις περιεχομένων οὐδὲν
2
οἷόν τε δι’ ἐμέτου κενῶσαι.