14 κζʹ.
15 Γυναικὶ ἐν γαστρὶ ἐχούσῃ τεινεσμὸς ἐπιγινόμενος ἐκτρῶσαι
16 ποιέει.
18a.126
1
Περὶ τὸ καλούμενον ἀπευθυσμένον ἔντερον ὁ τεινεσμὸς
2
γίνεται τὴν αὐτὴν ἔχων αἰτίαν τε καὶ διάθεσιν, ἣν ἐν ταῖς
3
δυσεντερίαις λαμβάνει τῶν ἄλλων τι τῶν ὑπερκειμένων ἐντέρων.
4
ὠνομάσθαι δὲ τὸ πάθος ἀπὸ τῆς τάσεώς φασι
5
τῆς γινομένης κατ’ αὐτὴν, δι’ ἣν καὶ προθυμούμενοι σφοδρῶς
6
ἀποπατεῖν ἐξανίστανται συνεχῶς. διὰ τὴν τοιαύτην
7
οὖν ἔντασίν τε καὶ κακοπάθειαν τό τ’ ἄλλο πᾶν σῶμα κάμνει
8
καὶ μάλιστα πάντων ἡ μήτρα, συμφυὴς οὖσα τῷ ἀπευθυσμένῳ.
9
θαυμαστὸν δ’ οὐδὲν ἐπὶ σφοδραῖς τε καὶ συνεχέσιν
10
ἐξαναστάσεσι καὶ τάσεσι ἐκτιτρώσκεσθαι τὸ κυούμενον,
11
ὅτε καὶ ἐπὶ ταῖς ἄλλαις σφοδραῖς ἤτοι κινήσεσιν ἢ ὀδύναις
12
τῆς κυούσης ἐκτιτρώσκεσθαι πέφυκεν.