13 εʹ.
14 Ἐπὶ μανίῃ ἢ δυσεντερίῃ ἢ ὕδρωψ ἢ ἔκστασις ἀγαθόν.
16
Δυσεντερίαν μὲν ἢ ὕδρωπα τῷ λόγῳ τῆς μεταστάσεως
17
ἴαμα γίνεσθαι μανίας οὐδὲν ἄλογον, ἐκ τῆς κεφαλῆς τῶν
18
λυπούντων κάτω μεθισταμένων, ἔκστασιν δ’ οὐδαμῶς διάλυσιν 18a.106
1
εἶναι μανίας, ὥστε μᾶλλον αὔξησιν ἄν τις εἴποι καὶ
2
μέντοι καὶ εἴπερ ὄντως ὁ Ἱπποκράτης πολλαχῆ μανίαν καὶ
3
σφοδρὰν ὠνόμασεν ἔκστασιν, οἴδαμεν οὕτω τινὰ παυσάμενον
4
ἧς ἔμπροσθεν εἶχε μετρίας μανίας, ἐλογισάμεθά τε τῇ σφοδρότητι
5
τῆς κινήσεως τῶν ποιούντων τὴν μανίαν αἰτίων
6
ἀκολουθῆσαι τὴν λύσιν, ὥσπερ εἴωθε κἀν τοῖς ὀξέσι νοσήμασι
7
τὰ σφοδρότατα τῶν συμπτωμάτων ἔστιν ὅτε κρίσεις
8
ἀγαθὰς ἐργάζεσθαι.