13 κστʹ.
14 Ἐπὶ ὀδύνῃ ἰσχυρῇ τῶν περὶ τὴν κοιλίην ἀκρωτηρίων ψύξις
15 κακόν.
17
Γίνεται μὲν ὡς καὶ πρόσθεν ἐῤῥέθη καὶ διὰ μέγεθος
18
φλεγμονῆς σπλάγχνων ἡ τῶν ἀκρωτηρίων ψύξις. γίνεται δὲ 18a.125
1
καὶ διὰ λειποψυχίαν ἢ τὸ σβέννυσθαι τὴν ἔμφυτον θερμασίαν
2
ἢ τὸ πνίγεσθαι διὰ πλῆθος καὶ μάλισθ’ ὅταν ψυχρὸν
3
εἴη. γίνεται δὲ καὶ διὰ ὀδύνην ἰσχυρὰν ἐν τοῖς μέσοις
4
τοῦ σώματος ὑπάρχουσαν, δι’ ἣν συστέλλεται μὲν ἡ
5
φύσις εἰς ἑαυτὴν, ἕπεται δ’ αὐτῇ καὶ τὸ αἷμα καταλεῖπον
6
οὐ μόνον τὰ ἀκρωτήρια τοῦ σώματος, οἷον πόδας καὶ χεῖρας
7
καὶ κεφαλὴν, ἀλλὰ καὶ σύμπαν τὸ δέρμα. μερικὴν οὖν τινα
8
αἰτίαν εἴρηκεν ὁ Ἱπποκράτης ἐν τῷδε τῷ λόγῳ, ψύξεως
9
ἀκρωτηρίων, ὥσπερ καὶ κατ’ ἄλλους πολλοὺς ἐδείχθη λόγους
10
τοῦτο πράττων, καὶ θαυμαστὸν οὐδέν ἐστι τὸν ἐξευρίσκοντα
11
πρῶτον πολλὰ μὴ πάντων ὁμοῦ τὴν εὕρεσιν, ἀλλ’ ἑκάστου
12
κατὰ μέρος ποιεῖσθαι.