4 ιαʹ.
5 Ἐπὶ πλευρίτιδι περιπνευμονίη κακόν.
7
Ἐν μὲν τοῖς πλείστοις τῶν ἀντιγράφων ἐπὶ τῇ τελευτῇ
8
τοῦ ἀφορισμοῦ πρόσκειται τὸ κακόν, ἔν τισι δ’ ἁπλῶς
9
οὕτως γέγραπται· ἐπὶ πλευρίτιδι περιπνευμονία, βουλομένων
10
τῶν οὕτως γραφόντων οὐχ ὅτι κακόν ἐστιν ἢ ἀγαθὸν
11
ἐπιγινομένη πλευρίτιδι περιπνευμονία διδάσκειν νῦν αὐτὸν,
12
ἀλλ’ ἁπλῶς αὐτὸ τοῦτο μόνον, ὅτι μεταπίπτειν εἴωθε πλευρῖτις
13
εἰς περιπνευμονίην ἢ ἐπιγίνεσθαι πλευρίτιδι περιπνευμονίαν.
14
μεταπίπτει μὲν οὖν ὅταν τοῦ προτέρου παυσαμένου
15
ἕτερον γένηται, ἐπιγίνεται δὲ ὅταν διαμείναντος
16
ἐκείνου προσγένηται ἕτερον. ἀλλὰ νῦν φαίνεται περὶ τῶν
17
ἐπιγινομένων ὁ Ἱπποκράτης γράφων, οἷς εὐθὺς ἐξ ἀρχῆς
18
καὶ τὸ κακοῖς εἶναι ὑπάρχει. ὥστε κἂν μὴ πρόσκειται τὸ 18a.112
1
κακὸν, ἤτοι γε ἐπακουστέον αὐτὸ κατὰ τὸν ἀπὸ κοινοῦ λεγόμενον
2
τρόπον ἢ δυνάμει δηλοῦσθαι νομιστέον. ἅπασα
3
γὰρ ἡ τῶν οὕτως ἐπιγινομένων σύστασις οὐ σμικροῖς οὐδ’
4
ἐπιεικέσιν ἕπεται νοσήμασιν, ἀλλὰ μεγάλοις τε καὶ κακοήθεσιν·
5
οἷον εὐθέως ἐπὶ τῶν εἰρημένων κατὰ τὸν ἀφορισμὸν
6
παθῶν, ὅταν μὴ στέγηται κατὰ τὰς πλευρὰς ὁ τὴν πλευρῖτιν
7
ἐργαζόμενος χυμὸς, ἀφικνεῖταί τι μέρος αὐτοῦ καὶ
8
πρὸς τὸν πνεύμονα. τῇ μέντοι περιπνευμονίᾳ πλευρῖτις
9
οὐ πάνυ τι πέφυκεν ἕπεσθαι, διότι καὶ μὲν τὴν ἐπιεικῆ
10
περιπνευμονίαν ἐκκαθαίρεται πᾶς ὁ λυπῶν χυμὸς ἀναβηττόμενος.
11
ἐν δὲ ταῖς ὀλεθρίαις φθάνει πνίγειν πρὸ τοῦ τὰς
12
πλευρὰς συμπαθεῖν.