11 κστʹ.
12 Οἶσιν ἂν ἐν τοῖσι καύσοισι τρόμοι γένωνται παρακοπὴ λύει.
14
Εἴτ’ αὐτὸς ὁ Ἱπποκράτης τοὺς τοιούτους ἀφορισμοὺς
15
ἔγραψεν, οἷον παραδείγματα λόγων γενικωτέρων τε καὶ καθολικωτέρων,
16
εἴτ’ ἄλλοι παρέθεσαν, ἐάσαντες ζητεῖν ἑτέροις,
17
ἐκεῖνο μόνον ἐπ’ αὐτῶν φυλάττοιμεν, ὅπερ καὶ πρόσθεν 18a.38
1
μὲν εἴρηται καὶ νῦν δὲ ἐπὶ τοῦ καύσου λεχθήσεται. τὰ
2
γὰρ ποιοῦντα τὸν πυρετὸν τοῦτον αἴτια κατὰ τὸ φλεβῶδες
3
ὑπάρχοντα γένος, ὅταν εἰς τὰ νεῦρα μεταστῇ, τρόμον μὲν
4
πρώτως ἐργάζεται, συμπασχούσης δὲ τῆς ἀρχῆς καὶ παραφροσύνας.
5
ὡς οὖν ἐπὶ καύσου ἡ μετάστασις, οὕτω κἀπὶ
6
παντὸς ἄλλου πυρετοῦ δύναται γενέσθαι καὶ ὅλως ἐξ ἀρτηριῶν
7
καὶ φλεβῶν εἰς νεῦρα μετάστασις τῶν λυπούντων χυμῶν,
8
ὥσπερ αὖ πάλιν ἐκ νεύρων εἰς αὐτά. οὐκ ἀκριβῶς
9
οὖν εἴρηκε τὸν καῦσον ὑπὸ τῆς παραφροσύνης λύεσθαι.
10
ταῦτα γὰρ ὀνομάζειν ὁ Ἱπποκράτης ἐπιγινόμενά τισι
11
λύειν αὐτῶν τὴν κατασκευὴν, ὅσα τελέως ἐκθεραπεύει τὸν
12
ἄνθρωπον, οὐχ ὅσα γεννᾷ πάθος ἕτερον οὐδὲν ἧττον τοῦ
13
πρόσθεν ἐπικίνδυνον.