14 ξαʹ.
15 Ἢν γυναικὶ καθάρσιες μὴ πορεύωνται μήτε φρίκης μήτε
16 πυρετοῦ ἐπιγινομένου, ἄσαι δ’ αὐτῇ προσπίπτωσι, λογίζου
17 ταύτην ἐν γαστρὶ ἔχειν.
17b.860
1
Ἐπὶ τῶν ἀμέμπτως καθαιρομένων γυναικῶν, εἶτ’ ἐξαίφνης
2
ἐπισχεθεισῶν τῶν καθάρσεων, ἄνευ φανερᾶς αἰτίας
3
τὸν λόγον τοῦτον ὁ Ἱπποκράτης ἐποιήσατο, διδάσκων ἡμᾶς
4
ἅπερ αἱ πλεῖσται τῶν γυναικῶν διὰ πείρας ἴσασιν. ὅταν
5
γὰρ ἀσώδεις ὦσιν ἐπεσχημένων τῶν καταμηνίων, συνειληφέναι
6
τεκμαίρονται. γίνεται δὲ ἡ ἄση καθ’ ὃν λόγον καὶ
7
ἡ κίσσα, τοῦ στομάχου κεκακωμένου ταῖς συνειληφυίας. ἐγχωρεῖ
8
δέ ποτε καὶ διὰ τὴν ἐν ὅλῳ τῷ σώματι κακοχυμίαν
9
συμβῆναι τὸ τοιοῦτον. ἀλλὰ φρικώδεις τε καὶ πυρετώδεις
10
ἐκεῖναι γίγνονται καὶ ταύτῃ διορίζονται τῶν κυουσῶν.