1 ναʹ.
2 Ὁκόσοισιν ὑγιαίνουσιν ἐξαίφνης ὀδύναι γίνονται
3 ἐν τῇ κεφαλῇ καὶ παραχρῆμα ἄφωνοι γίνονται καὶ ῥέγχουσιν,
4 ἀπόλλυνται ἐν ἑπτὰ ἡμέρῃσιν, ἢν μὴ πυρετὸς
5 ἐπιλάβῃ.
7
Ἀφώνους εἴωθεν ὁ Ἱπποκράτης ὀνομάζειν οὐχ οἷς ἡ
8
φωνὴ μόνη βέβλαπται, κατ’ ἐξοχὴν δέ τινα τῇ ταύτης βλάβῃ
9
συνεπινοεῖν ἡμᾶς ἐνδείκνυται πάσας τὰς κατὰ προαίρεσιν
10
ἐνεργείας· ἐνίοτε μὲν οὖν ἐκείνων βεβλαμμένων οὐκ ἀπόλωλεν
11
ἡ αἴσθησις. αὐτὸς γοῦν ἔφη τοὺς ἀφώνους αἰσθανομένους
12
συμβαίνειν γίνεσθαι, πολλάκις δὲ ἄμφω πέπονθεν,
13
ὅπερ ἀποπληξίαν ὀνομάζουσιν. ἔστι δὲ καὶ ταύτης αὐτῆς
14
ἡ μὲν ἀσθενὴς, ἡ δὲ ἰσχυρά. καὶ διὰ τοῦτο εἶπε, λύειν
15
ἀποπληξίην ἰσχυρὴν μὲν ἀδύνατον, ἀσθενέα δὲ οὐ ῥηίδιον.
16
ἔοικε δὲ νῦν τῆς ἰσχυρᾶς ἀποπληξίας γνώρισμα προστεθεικέναι
17
τὸ ῥέγχειν, ὃ καὶ τοῖς βαθέως ὑπνοῦσι γίνεται κατὰ 18a.88
1
τὴν τῆς διαθέσεως ὁμοιότητα, καθ’ ἕτερον μὲν τρόπον
2
ἑκατέροις, ὅμως οὖν ἔχωσί τι κακὸν, ᾖ ἕπεται τὸ ῥέγχειν.
3
ἔστι δὲ τὸ κοινὸν ἀμφοῖν ἡ ἀῤῥωστία τῆς τῶν νεύρων ἐνεργείας.
4
καὶ λέλεκται περὶ τούτων ἁπάντων ἐπὶ πλέον ἐν τῇ
5
περὶ τῶν πεπονθότων τόπων πραγματείᾳ. νυνὶ δ’ ὅσον εἰς
6
τὸν ἀφορισμὸν ἀναγκαῖον εἰρήσεται· οἷς ἂν ὑγιαίνουσιν ἐξαίφνης
7
ὀδύνη τις ἐν τῇ κεφαλῇ γένηται, μάλιστα εἰς πνεῦμα
8
φυσῶδες ἀναφέρειν χρὴ τὴν αἰτίαν. ἤδη δὲ καὶ εἰς πλῆθος
9
ὕλης ἀθρόως ἐπιῤῥεούσης, ἥντινα καὶ νῦν εἰς τὸν ἐγκέφαλον
10
ἐνηνέχθαι δηλοῖ τὰ μετὰ τὴν ὀδύνην γινόμενα συμπτώματα,
11
δι’ ὧν ὅτι φλεγματική τίς ἐστιν ἡ ὕλη συνεμφαίνεται.
12
καὶ διὰ τοῦτο ὁ πυρετὸς ἐπιγινόμενος λύει τὴν διάθεσιν
13
ὡς ἂν ἐκθερμαίνων τε καὶ λεπτύνων καὶ διαφορῶν
14
τό τε φυσῶδες πνεῦμα καὶ τοὺς φλεγματικοὺς χυμούς. γίνεται
15
δὲ τοῦτο ποτὲ μὲν τρισὶν ἢ τετράσιν ἡμέραις, ποτὲ
16
δὲ καὶ πλείοσι, οὐ μὴν ἐξωτέρω γε τῶν ἑπτὰ, διότι κύριον 18a.89
1
τὸ μέρος· οὐκ ἀνέχεται δὲ τὰ τοιαῦτα μόρια χρονίων τε
2
ἅμα καὶ ἰσχυρῶν διαθέσεων, ὡς ἐπιδέδεικται πολλάκις.