Κεφάλαιον βʹ.
7 Περὶ τῶν φιλοσόφων κατὰ τὴν διαδοχὴν λελοιπότων.
8
Ἔστι τοίνυν ὁ πρῶτος ὑπὸ τῶν πλείστων ὑπειλημμένος
9
τὸν φιλόσοφον τρόπον εἰς τούς Ἴωνας εἰσηγμένος Θαλῆς
10
ὁ Μιλήσιος. δι’ ὃν καὶ τὴν κατ’ ἐκεῖνον σοφίαν Ἰωνικὴν
11
ἅπαντες ὀνομάζουσιν. τούτου δὲ γνώριμος Ἀναξίμανδρος
12
γεγονὼς ὁμοίως φιλοσοφῶν γέγονε. καὶ τὸν Ἀναξιμένην
13
μετὰ ταῦτα ζηλωτὴν εἶναι τῆς αὐτοῦ προαιρέσεως πεποιηκὼς
14
Ἀναξαγόρου καθηγητὴν γενέσθαι παρεσκεύασεν. οὗτος
15
δὲ τὴν Μίλητον ἀπολελοιπὼς ἧκεν εἰς τὰς Ἀθήνας καὶ
16
τὸν ἀρχέλαον Ἀθηναῖον πρῶτον εἰς φιλοσοφίαν παρώρμησεν. 19.226
1
οὗπερ Σωκράτης ἀκροατὴς κατὰ τὰ πολλά καὶ τῶν
2
ὕστερον γεγονότων καὶ τῶν κατ’ αὐτὸν αἴτιος τοῦ φιλοσοφεῖν
3
εἰλικρινῶς γέγονε. καὶ τοὺς ἐπιγενομένους σχεδὸν ἅπαντας,
4
ὡς εἰπεῖν, φιλοσοφίας ἐπιθυμητὰς ἀπέφηνε. τῶν δὲ
5
Σωκρατικῶν πολλῶν γεγονότων ἀναγκαῖόν ἐστι νῦν μόνον
6
ποιήσασθαι μνήμην τῶν κατὰ διαδοχὴν λελοιπότων. Πλάτων
7
τοίνυν μάλιστα διενήνοχε τῶν ἄλλων ἐπὶ φιλοσοφίαν
8
ἐλθὼν, ὡς ἂν φαίη τις ἀνεπίφθονον Σωκρατικὴν μαρτυρίαν
9
παρεσχηκὼς τῆς ἀρχαίας δεχομένης ἀκαδημίας κατῆρξε διαβεβοημένος.
10
Σπεύσιππος μὲν οὖν χρόνον τινὰ βραχὺν ἐπὶ
11
τῆς αὐτῆς αἱρέσεως διαμεμενηκὼς, ἀρθριτικοῖς δὲ νοσήμασι
12
περιπεσὼν Ξενοκράτην ἀντ’ αὐτοῦ κατέστησε τῶν Πλατωνικῶν
13
δογμάτων ἐξηγητήν. μετὰ δὲ τοῦτον Πολέμων, ἐπεὶ
14
καὶ ἦν αὐτὸς ἐπὶ τοὺς λόγους τοῦ Πλάτωνος καὶ Κράτητος
15
γέγονε καθηγητής· εἰς ὃν κατέληξεν ἡ ἀρχαία ἀκαδημία.
16
τοῦ δὲ Κράτητος ἀκουστὴς ἦν Ἀρκεσίλαος καὶ τὴν μέσην
17
ἀκαδημίαν καὶ τὴν ἐποχὴν ἐπινενόηκεν, ὥς τις μέχρι σιγῆς
18
ἐπινενόηκε. τούτου δὲ Καρνεάδης κατέστη διάδοχος, τῆς 19.227
1
νέας ἀκαδημίας τὰς ἀρχὰς συνεώρακεν. οὗ Κλειτόμαχος
2
μετέσχεν. εἰσὶ δὲ πρὸς ταύτας πάσας ἀκαδημίαι δύο νεώταται.
3
ὧν τῆς μὲν προτέρας προέστη Φίλων, Ἀντίοχος
4
δὲ τῆς ἐφεξῆς. ἡγοῦμαι δὲ τῶν Σωκρατικῶν πάνυ πολλῶν
5
γενομένων, ὅτι πολλοῖς μὲν ἴσος, οὐδενὸς δὲ καταδεέστερος
6
Ἀντισθένης ἦν, ὅς τὴν Κυνικὴν εἰς τὸν βιόν παρήγαγε.
7
οὗ Διογένης γέγονε ζηλωτὴς καὶ προσωμοιώθη κατὰ τὰ ἐπιτηδεύματα.
8
τούτου δὲ Ζήνων ὁ Κιτιεὺς ἀκήκοεν. ὃς καὶ
9
τὴν Στωϊκὴν φιλοσοφίαν ἐξεῦρεν. οὗ μετειλήφει τῶν λόγων
10
Κλεάνθης. καὶ τούτου Χρύσιππος ἀκροώμενος τὴν ὁμοίαν
11
ἀγωγὴν μετελήλυθε. τοῦ δὲ Διογένης ὁ Βαβυλώνιος ἀκροατὴς
12
γεγονὼς Ἀντιπάτρου καθηγητὴς γέγονε. τούτου δὲ
13
Ποσειδώνιος ἠκροᾶτο. Ἀρίστιππος δὲ Κυρηναῖος ὢν τῆς
14
Σωκρατικῆς. ἀκροάσεως μετέσχεν. ἀφ’ οὖ τὴν Κυρηναικὴν
15
φιλοσοφίαν ἔγνωμεν, ἀλλ’ οὑδὲ τῶν Μεγαρικῶν Ἐριστικὴν
16
δίκαιον παριδεῖν, ὡς τῶν Σωκρατικῶν οὐδενὸς δεύτερος τὴν
17
διάνοιαν γεγονώς. ὃς Στίλπων Μεγαρικὸς τῶν αὐτῶν δογμάτων 19.228
1
εὑρετὴς ἦν. τοῦτον δὲ Μενέδημος ὁ Ἐρετριεὺς διέδεκτο,
2
ἀφ’ οὗ Ἐρετρικὴ φιλοσοφία ἐπικέκληται .
3
Φαίδωνα τὸν Ἠλεῖον οὐδεὶς ἠγνόησε τῶν Σωκρατικῶν εἰς
4
πρώτους ἥκειν ὑπειλημμένον. οὗπερ Ἀναξαγόρας ὁ Ἀβδηρίτης
5
τῶν λόγων εἰς μίμησιν ἀφικόμενος τῷ Πύῤῥωνι καθηγήσατο
6
Σκεπτικῆς ὢν φιλοσοφίας. Ἀριστοτέλης δὲ Πλάτωνος
7
πάνυ πολὺν χρόνον συνδιαγεγονὼς δόγμασιν, ἑτέροις
8
ἑαυτὸν προσνενέμηκεν. ὅσπερ Θεόφραστον προεστήσατο τῆς
9
κατ’ αὐτὸν αἱρέσεως καὶ τὸν Στράτωνα προσήγαγεν εἰς ἴδιον
10
τινὰ χαρακτῆρα φυσιολόγως. Ἐπίκουρος δὲ κατολιγωρήσας,
11
ὥς τινες ὑπειλήφασι, τῆς κατὰ φιλοσοφίαν σεμνότητος ἐπί
12
τινα τρόπον μετελήλυθεν, οὐ πάνυ παρὰ τοῖς ἀκριβέσι τῶν
13
φιλοσόφων εὐδοκιμώτατον. τούτου δὲ Μητρόδωρος
14
ἠκροᾶτο καὶ Ἕρμαχος ὁ αὐτὸν Ἐπίκουρον διαδεξάμενος.
15 Περὶ εἰδῶν τῶν φιλοσόφων.
16
Εἰσὶ δὲ τῶν γενικωτέρων φιλοσόφων εἴδη δύο, Ἰταλικὸν
17
καὶ Ἰωνικόν. ἀλλὰ περὶ τοῦ μὲν Ἰωνικοῦ ἱκανῶς πρότερον 19.229
1
εἴρηται· τοῦ δ’ Ἰταλικοῦ τοῦ μὲν κατὰ τὸν Κρότωνα καὶ
2
Τάραντα ἀκμάσαντος ὁ Πυθαγόρας εὑρετὴς γεγένηται. καὶ
3
τὸ κατὰ τὴν Ἐλαίαν ἀκμάσαν. ταύτης δὲ λέγεται κατάρξαι
4
Ξενοφάνης ὁ Κολοφώνιος ἀπορητικῆς μᾶλλον ἢ δογματικῆς
5
τοῖς πολλοῖς εἶναι δοκῶν. μετὰ δὲ τοῦτον τοῖς αὐτοῦ βουλήμασιν
6
εὐαρεστηθεὶς Μέλισσος καὶ Παρμενίδης, ὃς τῶν
7
ἀφανεστέρων ἀποβεβηκέναι δοκεῖ. Ζήνων δὲ ὁ Ἐλεάτης τῆς
8
εὑριστικῆς φιλοσοφίας ἀρχηγὸς μνημονεύεται γεγονώς. τούτου
9
δὲ Λεύκιππος Ἀβδηρίτης ἀκουστὴς τὴν τῶν ἀτόμων
10
εὕρεσιν ἐπινενόηκε πρῶτος. Δημόκριτος δὲ παρ’ αὐτοῦ τὸ
11
δόγμα παρειληφὼς μᾶλλον ἐκράτυνεν, οὖ Πρωταγόρας ὁ
12
ἀβδηρίτης ζηλωτὴς, ὃς καὶ συστάτης τῆς κατὰ φιλοσοφίαν
13
τέχνης.