Κεφάλαιον κστʹ.
6 Περὶ ἀκοῆς.
7
Ἐμπεδοκλῆς τὴν ἀκοὴν γίγνεσθαι κατὰ ἔμπτωσιν τοῦ
8
πνεύματος τῷ κοχλιώδει χόνδρῳ, ὅπερ φησὶν ἐξηρτῆσθαι
9
ἐντὸς τοῦ ὠτὸς κώδωνος τρόπον αἰωρούμενον καὶ τυπτόμενον.
10
Ἀλκμαίων ἀκούειν ἡμᾶς φησι τῷ κενῷ τῷ ἐντὸς τοῦ
11
ὠτός· τοῦτο γὰρ εἶναι τὸ περιηχοῦν κατὰ τὴν τοῦ πνεύματος
12
εἰσβολήν· πάντα γὰρ τὰ κενὰ ἠχεῖ. Διογένης τοῦ ἐν
13
τῇ κεφαλῇ ἀέρος ὑπὸ φωνῆς τυπτομένου καὶ κινουμένου.
14
Πλάτων καὶ οἱ ἀπ’ αὐτοῦ πλήσσεσθαι τὸν ἐν τῇ κεφαλῇ
15
ἀέρα, τοῦτον δ’ ἀνακλᾶσθαι εἰς τὸ ἡγεμονικὸν καὶ γίνεσθαι
16
τῆς ἀκοῆς τὴν αἴσθησιν.
1 Περὶ ὀσφρήσεως.
2
Ἀλκμαίων ἐν τῷ ἐγκεφάλῳ φησὶν εἶναι τὸ ἡγεμονικὸν,
3
τούτου οὖν ὀσφραίνεσθαι ἕλκοντος διὰ τῶν ἀναπνοῶν τὰς
4
ὀσμάς. Ἐμπεδοκλῆς ταῖς ἀναπνοαῖς ταῖς ἀπὸ τοῦ πνεύμονος
5
συνεκκρίνεσθαι τὴν ὀδμήν· ὅταν οὖν ἡ ἀναπνοὴ βαρεῖα
6
γένηται κατὰ τραχύτητα μὴ συναισθάνεσθαι ὥσπερ ἐπὶ τῶν
7
ῥευματιζομένων.
8 Περὶ γεύσεως.
9
Ἀλκμαίων οἴεται τῷ ὑγρῷ καὶ τῷ χλιαρῷ τῷ ἐν τῇ
10
γλώττῃ πρὸ τῇ μαλακότητι κρίνεσθαι τοὺς χυμούς. Διογένης
11
τῇ ἀραιότητι τῆς γλώττης καὶ τῇ μαλακότητι καὶ διὰ τὸ
12
συνάπτειν τὰς διὰ ἀπὸ τοῦ σώματος εἰς αὐτὴν φλέβας
13
καὶ διακεῖσθαι τοὺς χυμοὺς ἑλκομένους εἰς τὴν αἴσθησιν
14
καὶ τὸ ἡγεμονικὸν καθάπερ ἀπὸ σπογγίας.