Κεφάλαιον κθʹ.
16 Περὶ ἀναπνοῆς.
17
Ἐμπεδοκλῆς τὴν πρώτην ἀναπνοὴν τοῦ πρώτου ζώου
18
γενέσθαι τῆς ἐν τοῖς βρέφεσιν ὑγρασίας ἀποχώρησιν λαμβανούσης· 19.317
1
πρὸς δὲ τὸ παρακενωθὲν ἐπεισόδου τῆς ἔξωθεν τοῦ
2
ἐκτὸς ἀερώδους γινομένης εἰς τὰ παρανοιχθέντα τῶν ἀγγείων·
3
τὸ δὲ μετὰ τοῦτο ἤδη τοῦ ἐμφύτου θερμοῦ τῇ πρὸς
4
τὸ ἐκτὸς ὁρμῇ τὸ ἀερῶδες ὑπαναθλίβοντος τὴν ἐκπνοήν, τῇ
5
δ’ εἰς τὸ ἐντὸς ἀνθυποχωρήσει τῷ ἀερώδει τὴν ἀντεπείσοδον
6
παρεχομένου τὴν εἰσπνοήν· τὴν δὲ νῦν κατέχουσαν φερομένου
7
τοῦ αἵματος ὡς πρὸς τὴν ἐπιφάνειαν καὶ τὸ ἀερῶδες
8
διὰ τῶν ῥινῶν ταῖς ἑαυτοῦ ἐπιῤῥοίαις ἀναθλίβοντος
9
καὶ τὴν ἐκχώρησιν αὐτοῦ γίνεσθαι τὴν ἐκπνοήν· παλινδρομοῦντος
10
δὲ καὶ τοῦ ἀέρος ἀντεπεισαχθέντος εἰς τὰ διὰ τοῦ
11
αἵματος ἀραιώματα τὴν εἰσπνοήν. ὑπομιμνήσκει δὲ αὐτὸ
12
ἐπὶ τῆς κλεψύδρας Ἀσκληπιάδης, τὸν μὲν πνεύμονα χώνης
13
δίκην συνίστησιν, αἰτίαν δὲ τῆς ἀναπνοῆς εἶναί φησι τὴν ἐν
14
τῷ θώρακι λεπτομέρειαν, πρὸς ἣν τὸν ἔξωθεν ἀέρα ῥεῖν τε
15
καὶ φέρεσθαι παχυμερῆ ὄντα, πάλιν δὲ ἀπωθεῖσθαι μηκέτι
16
τοῦ θώρακος οἵου τε ὄντος μήτ’ ἐπεισδέχεσθαι μήθ’ ὑστερεῖν.
17
ὑπολειπομένου δέ τινος ἐν τῷ σώματι ὑπὸ λεπτομεροῦς
18
ἀεὶ βραχέος· οὐ γὰρ ἅπαν ἐκκρίνεται, καὶ πρὸς τοῦτο 19.318
1
τὸ εἴσω ὑπομένον βαρύτητα τοῦ ἐκτὸς ἀντεπεισφέρεται·
2
ταῦτα δὲ ταῖς σικύαις ἀπεικάζει· τὴν δὲ κατὰ προαίρεσιν
3
ἀναπνοὴν γίνεσθαί φησι συναγομένων τῶν ἐν τῷ πνεύμονι
4
λεπτοτάτων πόρων καὶ τῶν βρογχίων στενουμένων· τῇ γὰρ
5
ἡμετέρᾳ ταῦθ’ ὑπακούει προαιρέσει. Ἡρόφιλος δὲ δύναμιν
6
ἀπολείπει περὶ τὰ σώματα κινητικὴν ἐν νεύροις καὶ ἀρτηρίαις
7
καὶ μυσί· τὸν οὖν πνεύμονα νομίζει μόνον προσορέγεσθαι
8
διαστολῆς τε καὶ συστολῆς φυσικῶς, εἶτα δὲ καὶ τἄλλα·
9
ἐνέργειαν μὲν εἶναι τοῦ πνεύμονος τὴν ἔξωθεν τοῦ πνεύματος
10
ὁλκὴν, ὑπὸ δὲ τῆς πληρώσεως τῆς ἔξωθεν γινομένης μὴ
11
δυνάμενον εἰς τὸν θώρακα ἐφέλκεσθαι τὸ περιττὸν ἀναπέμπειν,
12
τὸν δὲ εἰς τὸν ἔξωθεν ἀέρα ἀπωθεῖν· ὡς τέτταρας
13
μὲν γίνεσθαι κινήσεις περὶ τὸν πνεύμονα, τὴν μὲν πρώτην
14
καθ’ ἣν ἔξωθεν ἀέρα δέχεται, τὴν δὲ δευτέραν καθ’ ἣν
15
τοῦθ’ ὅπερ ἐδέξατο θύραθεν ἐντὸς αὐτοῦ πρὸς τὸν θώρακα
16
μεταῤῥεῖ· τὴν δὲ τρίτην καθ’ ἣν τὸ ἀπὸ τοῦ θώρακος συστελλόμενον
17
αὖθις εἰς αὐτὸν ἐκδέχεται· τὴν δὲ τετάρτην
18
καθ’ ἣν καὶ τὸ ἐξ ὑποστροφῆς ἐν αὐτῷ γινόμενον θύραζε 19.319
1
ἐξερᾷ· τούτων δὲ τῶν κινήσεων δύο μὲν εἶναι διαστολὰς,
2
τήν τε ἔξωθεν τήν τε ἀπὸ τοῦ θώρακος· δύο δὲ συστολὰς,
3
τὴν μὲν ὅταν ὁ θώραξ ὑπ’ αὐτὸν τὸ πνευματικὸν ἑλκύσῃ,
4
τὴν δὲ ὅταν αὐτὸς εἰς τὸν κόλπον ἀέρα ἀποκρίνῃ· δύο γὰρ
5
μόναι γίνονται περὶ τὸν θώρακα, διαστολὴ μὲν ὅταν ἀπὸ
6
τοῦ πνεύμονος ἐφέλκηται, συστολὴ δὲ ὅταν αὐτὸ πάλιν ἀνταποδιδῷ.
7