Κεφάλαιον γʹ.
15 Περὶ τῶν ἐπωνυμιῶν τῆς φιλοσοφίας.
16
Ὡρίσθη δὲ τῶν φιλοσοφιῶν ἡ μὲν ἐξ ἀνδρὸς ὥσπερ
17
ἡ κατ’ Ἐπίκουρον συμβέβηκεν καὶ ἡ κατά Πυθαγόραν, ἡ 19.230
1
δὲ ἐκ τῆς πατρίδος, ὥσπερ ἡ Ἐρετρικὴ ἥ τε Μεγαρική
2
ἐκ τέλους καὶ δόγματος, ὥσπερ ἡ εὐδαιμονική. ὁ γὰρ Ἀνάξαρχος
3
τέλος τῆς κατ’ αὐτὸν εὐαγωγῆς τὴν εὐδαιμονίαν ἔλεγεν·
4
ἡ δὲ ἐξ ἐνεργείας, ὡς ἡ περιπατητική· ὁ γὰρ Ἀριστοτέλης
5
κατὰ τοὺς περιπάτους συνουσίας πρὸς ὁμιλητὰς
6
ποιούμενος τῆς ἐπωνυμίας ταύτης κατηξίωκε τὴν κατ’ αὐτὸν
7
φιλοσοφίαν. ἡ δὲ δι’ ἔνστασιν, ὡς Κυνικὴ, διαλεκτική
8
ἡ δ’ ἀπὸ μέρους τῆς φιλοσοφίας ὁ μάλιστ’ ἐπιτήδευσαν, ὡς
9
διαλεκτική· ἡ δ’ ἀπὸ τόπου, ὡς Στωϊκὴ καὶ ἀκαδημαϊκή·
10
ἡ δὲ ἀπὸ διαθέσεως, ὡς Σκεπτική· ἡ δὲ ἐξ ἀνδρὸς καὶ
11
δόγματος καὶ πατρίδος καὶ τέλους ὡς ἡ κατὰ Ἀρίστιππον
12
μὲν ἀπὸ τοῦ εὑρηκότος, Κυρηναϊκὴ δὲ, ἀπὸ τῆς πόλεως ἧς
13
ἐκεῖνος μετεῖχεν, ἡδονικὴ δὲ ἀπὸ τοῦ τέλους τῆς κατ’ αὐτὸν
14
φιλοσοφίας, τὸν γὰρ Ἀρίστιππον τὴν ἡδονὴν προσκεκλῆσθαι
15
μᾶλλόν τινες ὑπενόησαν μηδὲ τὴν ἐκ τῶν αἰσθήσεων
16
ἐνεργείας ἡδονὴν, ἀλλὰ δὲ τὴν τῆς ψυχῆς διάθεσιν, δι’
17
ἧς γίνεταί τις ἀνάλγητος καὶ δυσγοήτευτος.
1 Περὶ τοῦ λογικοῦ μέρους τῆς φιλοσοφίας.
2
Τὸ λογικὸν μέρος τῆς φιλοσοφίας ἀπὸ τῶν ὕστερον
3
γεγονότων προτέτακται ἡγουμένων δεῖν τοὺς μέλλοντας ἀκριβῶς
4
φιλοσοφεῖν, μὴ πρότερον τοῖς ἄλλοις μέρεσιν ἐπιχειρεῖν,
5
πρὶν ὅ τι τούτων ἕκαστόν ἐστι γιγνώσκειν· οἱ μὲν
6
γὰρ ἔφασαν τὴν φιλοσοφίαν εἶναι δύναμιν γνωστικὴν καὶ
7
περιποιητικὴν ἀρίστου βίου, ἄριστον βίον εἰπόντες τὸ ζῆν
8
ἕκαστον κατ’ ἀρετήν. οἱ δὲ ἄσκησιν ἀνθρώποις ἀρίστης
9
ζωῆς ἐπιτηδείου τέχνης ὡρίσαντο· ἄσκησιν μὲν τὴν φιλοσοφίαν
10
πάντες ἐπιτήδειον τέχνην τὴν σοφίαν νομίσαντες, ἥτις
11
ἐστὶ κατάληψις θείων καὶ ἀνθρωπίνων πραγμάτων· οἱ
12
δὲ θεωρητικὴν ἕξιν τῶν αἱρετῶν καὶ φευκτῶν ὑπέλαβον χρῆναι
13
μᾶλλον ὀνομάσαι αὐτὴν, αἱρετὰ μὲν τὰ ἀγαθὰ φήσαντες
14
εἶναι, φευκτὰ δὲ τὰ κακά· τὸ ἀγαθὸν τὸ δι’ ἑαυτοῦ αἱρετὸν
15
ὠφελείας τῷ μετιόντι γιγνόμενον αἴτιον, κακὸν δὲ τὸ
16
δι’ ἑαυτοῦ ἐκκλινόμενον βλάβης καθιστάμενον αἴτιον.
1 Περὶ μερῶν τῆς φιλοσοφίας.
2
Μέρη δὲ τῆς φιλοσοφίας κατὰ τοὺς πλείστους ἀκριβεστάτους
3
εἶναι δοκοῦντας τρία παρειλήφαμεν, τό τε λογικὸν,
4
δι’ οὗ καταμανθάνομεν τῶν ὄντων ἕκαστον κατ οὐσίαν
5
καὶ κατὰ συμβεβηκὸς καὶ τὰς διαφορὰς τούτων πρὸς ἄλληλα
6
καὶ τὰ τοιαῦτα γινώσκομεν· καὶ τὸ φυσικὸν, δι’ οὗ πέρ ἐστι
7
καθορᾷν τίς ἠ τοιαύτη αἰτία τοῦ τάξει προϊέναι τῶν οὐρανίων
8
τὴν κίνησιν ὅσα φαίνεσθαι δοκεῖ, καὶ τίνες αὐτῶν
9
ταχυτῆτες ἢ βραδυτῆτες πρὸς ἄλληλα καὶ ὅσα τούτων ἐστὶν
10
ὅμοια· καὶ τρίτον τὸ πάντων ἀναγκαιότατον καὶ τοῖς ἐπιτηδεύμασι
11
χρησιμώτατον, τὸ ἠθικὸν, δι’ οὗ μανθάνομεν ἀλλήλοις
12
ὁμιλεῖν καὶ συμβάλλειν προσηνῶς· καὶ τοὺς μὲν
13
θρασυτάτους ὑπερορᾷν οὐ μισοῦντες, ἀλλὰ γελῶντες καὶ
14
ἐλεοῦντες, τοὺς δὲ σπουδαιοτάτους καὶ ἐπιεικεστάτους στέργοντες.
15
τούτων μὲν τὸν βίον ῥᾷον ἀσκεῖν καὶ βέλτιον τὰς
16
πρὸς ἀλλήλους ἐντεύξεις ἀγαθὰς ποιουμένων. ἐκείνων δὲ τὸ
17
ἦθος δυσπρόσοδον καὶ παντάπασιν ἀνομίλητον τὸν βίον ἀπεργαζομένων.
18
1 Περὶ αἱρέσεων.
2
Τὴν αἵρεσιν ὑπολαμβάνουσί τινες εἰρῆσθαι τριχῶς,
3
κοινῶς καὶ ἰδίως καὶ ἰδιαίτατα. κοινῶς μὲν τὴν ἐν τινὶ
4
πράγματι τῶν κατὰ τὸν βίον σύνθεσιν, ἰδίως δὲ τὴν ἐν
5
τέχνῃ, ἰδιαίτατα δὲ τὴν ἐν φιλοσοφίᾳ· κατ’ ἔννοιαν δὲ
6
τὴν αἵρεσιν εἶναι πρόβλησιν δογμάτων πολλῶν πρὸς ἄλληλα
7
συμφώνων καὶ πρὸς ἓν τέλος ἀναφερόντων. τέσσαρες δὲ
8
εἰσὶν, ἃς γενικωτάτας νομίζουσιν οἱ περὶ τούτων διειληφότες,
9
μίαν μὲν τὴν δογματικὴν τοῖς πολλοῖς κατατιθεμένην
10
καὶ βεβαιοτέραν, τὴν σκεπτικὴν τὴν περὶ πάντων ζητητικήν·
11
πρὸς δὲ τούτοις εἶναι τρίτην τὴν ἐριστικὴν τὴν
12
διὰ σοφισμάτων νικᾷν ἐν τοῖς νείκεσιν ἐσπουδακυῖαν. σοφίσματα
13
δὲ τοιαῦτα νομίζουσιν οἷον· ὅπερ εἰμὶ ἐγὼ οὐκ εἶ
14
σὺ, ἄνθρωπος δὲ εἰμὶ, σὺ ἄρα οὐκ ἄνθρωπος· καὶ τοὺς
15
τοιούτους μειρακιώδεις λόγους καὶ ἐριστικούς. μικτὴν δ’
16
αἵρεσιν προσειρήκασι τὴν τισὶ μὲν δόγμασι κατατιθεμένην,
17
περὶ πολλῶν δ’ ἠπορηκυῖαν καὶ μὴ πάντα διεξιοῦσαν συγκαταθετικῶς. 19.234
1
εἶναι δὲ δογματικοὺς τοὺς τῷ Πυθαγόρᾳ καὶ
2
τῷ ἐπικούρῳ προωρισμένους, σκεπτικοὺς δὲ Ζήνωνα τὸν
3
ἐλεάτην καὶ Ἀνάξαρχον τὸν Ἀβδηρίτην καὶ τὸν ἄγαν
4
ἠκριβωκέναι τὴν ἀπορητικὴν ἀποληφθέντα Πύῤῥωνα· ἐριστικοὺς
5
δὲ κεκλήκασιν Εὐκλείδην καὶ Μενέδημον καὶ Κλειτόμαχον.
6
τοὺς δὲ κατὰ μικτὴν αἵρεσιν μετεληλυθότας ὑπάρχειν
7
Ξενοφάνην μὲν περὶ πάντων ἠπορηκότα, δογματίσαντα
8
δὲ μόνον τὸ εἶναι πάντα ἓν καὶ τοῦτο ὑπάρχειν θεὸν
9
πεπερασμένον, λογικὸν, ἀμετάβλητον. τὸν δὲ Δημόκριτον
10
ὁμοίως περὶ μὲν τῶν ἄλλων μηδενὸς ἀποφηνάμενον, ἔνδειγμα
11
δὲ καταλέλοιπε τὸ περὶ τῶν ἀτόμων καὶ τοῦ κενοῦ
12
καὶ τοῦ ἀπείρου.
13 Τίς ἀρχὴ φιλοσοφίας;
14
Ἀρχὴ δὲ λέγεται τριχῶς· ἡ μὲν ὡς αἰτιώδης, ἡ δὲ
15
ὡς ἐν τρόπῳ συστάσεως, ἡ δὲ ἀποδείξεως. αἰτιώδης μὲν
16
οὖν ἐστιν ἀρχὴ, ὅταν ζητήσωμεν τί ποτ’ ἐστὶ τὸ πεποιηκὸς 19.235
1
εἰς ἐπίνοιαν τοὺς πρώτους ἐλθεῖν φιλοσοφίας· ἐν τρόπῳ δὲ
2
συστάσεως ὅταν ζητήσωμεν ποῖον μέρος ἐστὶ πρῶτον ὃ ἐκ
3
τῆς τέχνης συνέστηκεν· ἀποδείξεως δὲ, ὅταν τὰ ὑφ’ ἡμῶν
4
κατασκευαζόμενα ἀποδείκνυμεν· αἰτία δὲ φιλοσοφίας εὑρέσεώς
5
ἐστι κατὰ μὲν Ξενοκράτη τὸ ταραχῶδες ἐν τῷ βίῳ
6
καταπαῦσαι τῶν πραγμάτων.