Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


Κεφάλαιον λθʹ.
15  Περὶ πυρετοῦ.


16 Ἐρασίστρατος ὁρίζεται τὸν πυρετὸν κίνημα αἵματος
17 παρεμπεπτωκότος εἰς τὰ τοῦ πνεύματος ἀγγεῖα ἀπροαιρέτως 19.343
1  γινόμενον καθάπερ ἐπὶ τῆς θαλάττης, ὅταν μηδὲν
2 κινῇ αὐτὴν πνεῦμα ἠρεμεῖ, ἀνέμου δὲ ἐμπνέοντος βιαίου
3 παρὰ φύσιν τότε ἔξ ὅλης κυκλεῖται, οὕτω καὶ ἐν τῷ σώματι
4 ὅταν κινηθῇ τὸ αἷμα ἐμπίπτει μὲν εἰς τὰ ἀγγεῖα τῶν πνευμάτων,
5 πυρούμενον δὲ θερμαίνει τὸ ὅλον σῶμα. Διοκλῆς
6 δέ φησιν ἐπιγένημα εἶναι τὸν πυρετόν· ἐπιγίνεται δὲ τραύματι
7 καὶ βουβῶνι. Ἡρόδοτός φησι μηδεμιᾶς αἰτίας προηγησαμένης
8 ἐνίοτε πυρέττειν τινάς.


9 Περὶ ὑγείας καὶ νόσου.


10 Ἀλκμαίων τῆς μὲν ὑγείας εἶναι συνεκτικὴν ἰσονομίαν
11 τῶν δυνάμεων ὑγροῦ, θερμοῦ, ξηροῦ, ψυχροῦ, πικροῦ, γλυκέος
12 καὶ τῶν λοιπῶν. τὴν δὲ ἐν αὐτοῖς μοναρχίαν νόσου
13 ποιητικήν· φθοροποιὸν γὰρ ἑκατέρου μοναρχία καὶ νόσων
14 αἰτία, ὡς μὲν ὑφ’ ἧς ὑπερβολὴ θερμότητος ψυχρότητος,
15 ὡς δ’ ἐξ ἦς διὰ πλῆθος ἔνδειαν, ὡς δ’ ἐνίοις αἷμα ἐνδέον 19.344
1 ἐγκέφαλον· τὴν δὲ ὑγείαν σύμμετρον τῶν ποιῶν τὴν
2 κρᾶσιν. Διοκλῆς δὲ πλείστας τῶν νόσων δι’ ἀνωμαλίαν γίνεσθαι
3 τῶν ἐν τοῖς σώμασι στοιχείων καὶ τοῦ καταστήματος
4 ἀέρος. Ἐρασίστρατος τὰς νόσους γίνεσθαι διὰ πλῆθος
5 τροφῆς καὶ ἀπεψίας καὶ φθορᾶς· τὴν δὲ εὐταξίαν καὶ αὐτάρκειαν
6 εἶναι ὑγείαν. Πυθαγόρας φησὶ τὰς νόσους γίνεσθαι
7 τοῦ σώματος διὰ τὸ θερμότερον κρυμωδέστερον γίνεσθαι
8 τὸ σῶμα· τὸ μὲν γὰρ θερμότερόν ἐστι τὸ πλέον τῷ
9 μετρίῳ, τὸ δὲ κρυμωδέστερον ἔλασσον τοῦτο.


10 Περὶ γήρως.


11 Οἱ Στωϊκοὶ καὶ οἱ ἰατροὶ συμφώνως φασὶ παρὰ τὴν
12 τοῦ θερμοῦ ὑπονόστησιν τὸ γῆρας γίνεσθαι· οἱ γὰρ αὐτοὶ
13 πλέον ἔχοντες τὸ θερμὸν ἐπὶ πλεῖον γηρῶσιν. Ἀσκληπιάδης
14 δέ φησι τοὺς Αἰθίοπας ταχέως γηράσκειν ἔτει τριακοστῷ
15 διὰ τὸ ὑπερθερμαίνεσθαι τὰ σώματα ὑπὸ τοῦ ἡλίου
16 διαφλεχθέντας· τοὺς δὲ ἐν τῇ Βρεττανίᾳ ἑκατὸν εἴκοσιν
17 ἐτῶν γηρᾷν διὰ τὸ στέγειν ἐν αὐτοῖς τὸ πυρῶδες· τὰ μὲν 19.345
1 γὰρ τῶν Αἰθιόπων σώματα ἀραιότερα διὰ τὸ κεχαλᾶσθαι
2 ἀπὸ τοῦ ἡλίου, τὰ δὲ ὑπὸ τῶν ἄρκτων πεπυκνῶσθαι καὶ
3 διὰ τοῦτο πολυχρόνια.