Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


Κεφάλαιον κʹ.
5 Περὶ ἀνέμων.


6 Ἀναξίμανδρος οἴεται ἄνεμον εἶναι ῥύσιν ἀέρος τῶν λεπτοτάτων
7 ἐν αὐτῷ καὶ ὑγροτάτων ὑπὸ τοῦ ἡλίου τικτομένων
8 κινουμένων. Στωϊκοὶ δὲ πᾶν πνεῦμα ἀέρος εἶναι ῥύσιν
9 λέγουσιν· ἡγοῦνταί τε κατὰ τὰς τῶν τρόπων παραλλαγὰς
10 τὰς ἐπωνομασίας παραλλάττειν, οἷον ἀπὸ ζόφου καὶ τῆς δύσεως
11 ζέφυρον ὠνόμαζον· τὸν ἀπὸ τῆς ἀνατολῆς καὶ τοῦ
12 ἡλίου ἀπηλιώτην· τὸν ἀπὸ ἄρκτων βορέαν· τὸν ἀπὸ τῆς μεσημβρίας
13 νότον. Μητρόδωρος δὲ ὑδάτων ἀναθυμίασιν διὰ
14 τὴν ἡλιακὴν ἔκκαυσιν γίγνεσθαι ὁρμὴν πνευμάτων· τοὺς δὲ
15 ἐτησίας πνεῖν τοῦ πρὸς ταῖς ἄρκτοις ἀέρος παχυνθέντος,
16 ὑποχωροῦντος δὲ τοῦ ἡλίου κατὰ τὴν θερινὴν τροπήν.

19.293
1 Περὶ χειμῶνος καὶ θέρους.


2 Ἐμπεδοκλῆς καὶ οἱ Στωϊκοὶ χειμῶνα μὲν γίνεσθαι τοῦ
3 ἀέρος ἐπικρατοῦντος τῇ πυκνώσει καὶ εἰς τὸ ἀνώτερον βιαζομένου·
4 θέρος δὲ τοῦ πυρὸς, ὅταν εἰς τὸ κάτω βιάζηται.