Κεφάλαιον κεʹ.
14 Περὶ ὁράσεως καὶ πῶς ὁρῶμεν.
15
Δημόκριτος καὶ Ἐπίκουρος κατ’ εἰδώλων εἴσκρισιν οἴονται
16
τὸ ὁρᾷν συμβαίνειν· ἕτεροι κατ’ ἀκτίνων ἔκχυσιν μετὰ 19.307
1
τῆς πρὸς τὸ ὑποκείμενον ἔνστασιν πάλιν ὑποστραφείσης τῆς
2
ὄψεως. Ἐμπεδοκλῆς τοῖς εἰδώλοις τὰς ἀκτῖνας ἀνέμιξε
3
προσαγορεύσας τὸ γιγνόμενον, ἀκτῖνας εἰδώλου συνθέτου.
4
Ἵππαρχος τὰς ἀκτῖνάς φησιν ἐφ’ ἑκατέρου τῶν
5
ὀφθαλμῶν ἀποτεινομένας τοῖς πέρασιν αὐτῶν οἷον χειρῶν
6
ἐπαφαῖς περικαθαπτούσαις τοῖς ἐκτὸς σώμασι τὴν ἀντίληψιν
7
πρὸς τὸ ὁρᾶν προσάγειν. Πλάτων κατὰ συναυγασμὸν
8
τοῦ μὲν ἐκ τῶν ὀφθαλμῶν φωτὸς ἐπὶ ποσὸν ἀποῤῥέοντος
9
εἰς τὸν ὅμοιον ἀέρα, τοῦ δὲ ἀπὸ τῶν σωμάτων φερομένου
10
ἀποῤῥεῖν· τὸν δὲ μεταξὺ ἀέρα εὐδιάχυτον ὄντα καὶ εὔτρεπτον
11
συνεκτείνοντος τῷ πυρώδει τῆς ὄψεως, αὔτη λέγεται
12
Πλατωνικὴ συναύγεια.
13 Περὶ κατόπτρου καὶ τῶν κατοπτρικῶν ἐμφάσεων.
14
Ἐμπεδοκλῆς κατὰ ἀποῤῥοίας μὲν τὰς συνισταμένας ἐπὶ
15
τῆς ἐπιφανείας τοῦ κατόπτρου πυρώδους καὶ τὸν προκείμενον
16
ἀέρα εἰς ὃν φέρεται τὰ ῥεύματα συμμεταφέροντος. Δημόκριτος 19.308
1
καὶ Ἐπίκουρος τὰς κατοπτρικὰς ἐμφάσεις γίνεσθαι
2
κατ’ εἰδώλων ὑποστάσεις, ἅτινα φέρεσθαι μὲν ἀφ’ ἡμῶν,
3
συνίστασθαι δὲ ἐπὶ τοῦ κατόπτρου κατὰ τὴν ἀντιπεριστροφήν·
4
οἱ ἀπὸ Πυθαγόρου κατὰ τὰς ἀντανακλάσεις τῆς ὄψεως·
5
φέρεσθαι μὲν γὰρ τὴν ὄψιν τεταμένην ὡς ἐπὶ τὸν χαλκὸν,
6
στείχουσαν δὲ πυκνῷ καὶ λείῳ πληχθεῖσαν ὑποστρέφειν αὐτὴν
7
ἐφ’ ἑαυτὴν, ὅμοιόν τι πάσχουσαν τῇ ἐκτάσει τῆς χειρὸς
8
καὶ τῇ ἐπὶ τὸν ὦμον ἀντεπιστροφῇ.
9 Εἰ ὁρατὸν τὸ σκότος.
10
Οἱ Στωϊκοὶ ὁρατὸν εἶναι τὸ σκότος ἐπιλαμβάνουσιν, ἐκ
11
γὰρ τῆς ὄψεως ἐξικνεῖσθαί τινα εἰς αὐτὸ αὐγήν· καὶ οὐ
12
ψεύδεται ἡ ὅρασις. βλέπεται γὰρ ταῖς ἀληθείαις ὑπ’ αὐτῆς
13
τὸ σκότος· προέρχονται δὲ ἐκ τῆς ὄψεως ἀκτῖνες πύριναι
14
οὐχὶ μέλαιναι ἢ ὀμιχλώδεις· τὸ μὲν σκότος συνάγει
15
καὶ συγκινεῖ τὴν ὅρασιν καὶ ἀμβλύνει· τὸ δὲ φῶς διακρίνει
16
καὶ ποδηγεῖ τὴν ὅρασιν ἡμῶν ἐπὶ τὰ ὁρατὰ διὰ τοῦ μεταξὺ
17
ἀέρος. διὰ τὸ μὴ ὁρᾷν ἡμᾶς ἐν τῷ σκότει, ἀλλ’ αὐτὸ μόνον 19.309
1
τὸ σκότος. Χρύσιππος κατὰ τὴν συνέντασιν τοῦ μεταξὺ
2
πνεύματος, ὅπερ ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρι τῆς κόρης διήκει,
3
μετὰ δὲ τὴν πρὸς τὸν παρακείμενον ἀέρα ἐπιβολὴν ἐντείνοντος
4
αὐτὸν κωνοειδῶς, ὅταν ᾖ ὁμογενὴς ὁ ἀήρ.