Κεφάλαιον κηʹ.
16 Πόθεν αἰσθητικὴ γίνεται ἡ ψυχὴ καὶ τί αὐτῆς τὸ ἡγεμονικόν.
17
Οἱ Στωϊκοί φασιν εἶναι τῆς ψυχῆς τὸ ἀνώτατον μέρος
18
τὸ ἡγεμονικὸν τὸ ποιοῦν τὰς φαντασίας καὶ τὰς συγκαταθέσεις 19.314
1
καὶ αἰσθήσεις καὶ ὁρμὰς καὶ τοῦτο λογισμὸν
2
καλοῦσιν· ἀπὸ δὲ τοῦ ἡγεμονικοῦ ἑπτὰ μέρη ἐστὶ τῆς ψυχῆς
3
ἐκπεφυκότα καὶ ἐκτεινόμενα εἰς τὸ σῶμα, καθάπερ αἱ
4
ἀπὸ τοῦ πολύποδος πλεκτάναι· τῶν δὲ ἑπτὰ μερῶν τῆς
5
ψυχῆς πέντε μέν ἐστι τὰ αἰσθητήρια ὅρασις, ἀκοὴ, ὄσφρησις,
6
γεῦσις καὶ ἁφή· ὧν ἡ μὲν ὅρασίς ἐστι πνεῦμα διατεῖνον
7
ἀπὸ ἡγεμονικοῦ μέχρις ὀφθαλμῶν· ἀκοὴ δὲ πνεῦμα διατεῖνον
8
ἀπὸ ἡγεμονικοῦ μέχρις ὠτῶν· ὄσφρησις δὲ πνεῦμα
9
διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρι γλώττης· ἁφὴ δὲ πνεῦμα
10
διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρις ἐπιφανείας εἰς θίξιν
11
εὐαίσθητον προσπιπτόντων· τῶν δὲ λοιπῶν ὃ μὲν λέγεται
12
σπερματικὸν, ὅπερ καὶ αὐτὸ πνεῦμά ἐστι διατεῖνον ἀπὸ τοῦ
13
ἡγεμονικοῦ μέχρι τῶν παραστατῶν· τὸ δὲ φωνητικὸν ὑπὸ
14
τοῦ Ζήνωνος εἰρημένον, ὃ καὶ φωνὴν καλοῦσιν, ἔστι πνεῦμα
15
διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρι φάρυγγος καὶ γλώττης 19.315
1
καὶ τῶν οἰκείων ὀργάνων, αὐτὸ δὲ τὸ ἡγεμονικὸν ὥσπερ ἐν
2
κόσμῳ κατοικεῖ ἐν τῇ ἡμετέρᾳ σφαιροειδεῖ κεφαλῇ.
3 Τί τὸ τῆς ψυχῆς ἡγεμονικὸν καὶ ἐν τίνι ἐστίν.
4
Δημόκριτος καὶ Πλάτων τὸ ἡγεμονικὸν ἐν ὅλῃ τῇ κεφαλῇ
5
καθίζουσι. Στράτων ἐν τῷ μεσοφρύῳ. Ἐρασίστρατος
6
περὶ τὴν μήνιγγα τοῦ ἐγκεφάλου ἣν ἐπικρανίδα λέγει.
7
Ἡρόφιλος ἐν ταῖς τοῦ ἐγκεφάλου κοιλίαις. Παρμενίδης
8
καὶ Ἐπίκουρος ἐν ὅλῳ τῷ θώρακι. οἱ Στωϊκοὶ πάντες ἐν
9
ὅλῃ τῇ καρδίᾳ ἢ ἐν τῷ περὶ τὴν καρδίαν πνεύματι. Διογένης
10
ἐν τῇ ἀρτηριακῇ κοιλία τῆς καρδίας, ἥτις ἐστὶ πνευματική.
11
Ἐμπεδοκλῆς ἐν τῇ τοῦ αἵματος συστάσει· οἱ δὲ
12
ἐν τῷ τραχήλῳ τῆς καρδίας· οἱ δὲ ἐν τῷ περὶ τὴν καρδίαν
13
ὑμένι· οἱ δὲ ἐν τῷ διαφράγματι. τῶν νεωτέρων δέ τινες
14
διήκειν ἀπὸ κεφαλῆς μέχρι τοῦ διαφράγματος. Πυθαγόρας
15
τὸ μὲν ζωτικὸν περὶ τὴν καρδίαν, τὸ δὲ λογικὸν καὶ
16
νοερὸν περὶ τὴν κεφαλήν.
17 Περὶ κινήσεως ψυχῆς.
18
Πλάτων ἀεικίνητον τὴν ψυχὴν, τὸν δὲ νοῦν ἀκίνητον
19
τῆς μεταβατικῆς κινήσεως. Ἀριστοτέλης ἀκίνητον τὴν ψυχὴν 19.316
1
καὶ πάσης κινήσεως προηγουμένην, τῆς δὲ κατὰ συμβεβηκὸς
2
μετέχειν καθάπερ σχήματα καὶ τὰ πέρατα καθάπερ
3
τὰ περὶ τοῖς σώμασιν εἴδη.
4 Περὶ ἀφθαρσίας τῆς ψυχῆς.
5
Πυθαγόρας καὶ Πλάτων ἄφθαρτον εἶναι τὴν ψυχὴν
6
οἴονται· ἐξιοῦσαν γάρ εἰς τὸ τοῦ παντὸς ψυχὴν ἀναχωρεῖν
7
πρὸς τὸ ὁμογενές· οἱ Στωϊκοὶ ἐξιοῦσαν τῶν σωμάτων ὑποφθείρεσθαι,
8
τὴν μὲν ἀσθενεστέραν ἅμα τοῖς συγκρίμασι γενέσθαι,
9
ταύτην δὲ εἶναι τῶν ἀπαιδεύτων, τὴν δὲ ἰσχυροτέραν, οἵα
10
ἐστὶ περὶ τοὺς σοφοὺς, καὶ μέχρι τῆς ἐκπυρώσεως. Δημόκριτος
11
καὶ Ἐπίκουρος φθαρτὴν εἶναι καὶ τῷ σώματι συνδιαφθειρομένην.
12
Πυθαγόρας καὶ Πλάτων τὸ μὲν λογικὸν
13
ἄφθαρτον, καὶ γὰρ τὴν ψυχὴν οὐ θεὸν, ἀλλ’ ἔργον τοῦ
14
ἀϊδίου θεοῦ ὑπάρχειν· τὸ δὲ ἄλογον φθαρτὸν νομίζουσι.