Κεφάλαιον ιʹ.
7 Περὶ ἐλαχίστοιν.
8
Πρὸ τῶν τεσσάρων στοιχείων θραύσματα βραχύτατα ἢ
9
ψήγματα οἶον στοιχεῖα ἀπὸ στοιχείων ὁμοιομερῆ νομίζουσιν
10
εἶναί τινες τὰ λεγόμενα ἐλάχιστα. Ἡράκλειτος εἰσάγει
11
ταῦτα νοήσει μόνον ληπτά.
12 Περὶ χρωμάτων.
13
Χρῶμά ἐστι ποιότης σώματος ὁρατόν. οἱ Πυθαγόρειοι
14
δὲ χροιὰν καὶ χρῶμα ἐκάλουν τὴν ἐπιφάνειαν τοῦ σώματος. 19.258
1
Ἐμπεδοκλῆς δὲ τὸ τοῖς πόροις τῆς ὄψεως ἐναρμόττον. Πλάτων
2
φλόγα ἀπὸ τῶν σωμάτων σύμμετρα μόρια ἔχουσαν πρὸς
3
τὴν ὄψιν. Ζήνων δὲ ὁ Στωϊκὸς τὰ χρώματα ἐπίχρωσιν
4
τῆς ὕλης πρώτους εἶναι σχηματισμούς. οἱ δὲ ἀπὸ Πυθαγόρου
5
τὰ γένη τῶν χρωμάτων λευκόν τε καὶ μέλαν καὶ
6
ἐρυθρὸν καὶ ὠχρὸν νομίζουσι. τὰς δ’ ἄλλας διαφορὰς
7
παρὰ τὰς ποιὰς μίξεις τῶν στοιχείων, τὰς δὲ τῶν ζώων
8
παρὰ τὰς τῶν τόπων καὶ τῶν ἀέρων.
9 Περὶ μίξεως.
10
Οἱ μὲν παλαιότεροι τὰς τῶν στοιχείοιν μίξεις κατ’
11
ἀλλοίωσιν ἤτοι κρᾶσιν ὠήθησαν γίνεσθαι, οἱ δὲ περὶ Ἀναξαγόραν
12
καὶ Δημόκριτον κατὰ παράθεσιν. Ἐμπεδοκλῆς δὲ
13
ἐκ μικροτάτων οἴεται τὰ στοιχεῖα συγκρίνειν. Πλάτων δὲ
14
τὰ μὲν τρία εἶναι τρεπτὰ εἰς ἄλληλα λέγει, πῦρ, ἀέρα, ὕδωρ,
15
τὴν δὲ γῆν ἀμετάβλητον μόνην.
16 Περὶ κενοῦ
17
Οἱ ἀπὸ Πυθαγόρου καὶ οἱ φυσικοὶ πάντες μέχρι Πλάτωνος
18
ἐν τῷ κόσμῳ κενὸν εἶναι λέγουσι. Ἐμπεδοκλῆς οὐδέ 19.259
1
τι παντὸς κενὸν πέλει οὐδὲ περιττόν. Λεύκιππος δὲ καὶ
2
Δημόκριτος καὶ Ἐπίκουρος καὶ τὰ μὲν ἄτομα ἀπέραντα
3
πλήθει, τὸ δὲ κενὸν ἄπειρον τῷ μεγέθει. οἱ Στωϊκοὶ δὲ
4
ἐντὸς μὲν τοῦ κόσμου κενὸν οὐδὲν εἶναι νομίζουσιν, ἔξωθεν
5
δ’ αὐτοῦ ἄπειρον. Ἀριστοτέλης δὲ τοσοῦτον εἶναι κενὸν
6
ἔξω τοῦ οὐρανοῦ, ὥστ’ ἀναπνεῖν εἰς αὐτὸν τὸν οὐρανόν.
7
ἔνδοθεν γὰρ εἶναι τόπον πυρινόν.
8 Περὶ χώρας.
9
Οἱ Στωϊκοὶ καὶ Ἐπικούρειοι διαλλάττειν τὸν τόπον τῆς
10
χώρας ἐνόμισαν. καὶ τὸν μὲν τόπον ὑπὸ σώματος κατέχεσθαι,
11
τὴν δὲ χώραν ἐκ μέρους, ὥσπερ ἐπὶ τῆς τοῦ οἴνου
12
πιθάκνης.
13 Περὶ χρόνου.
14
Τὸν χρόνον εἶναι Πυθαγόρας ὑπείληφε τὴν σφαῖραν
15
τοῦ περιέχοντος ἡμᾶς οὐρανοῦ. Πλάτων δὲ αἰῶνος εἰκόνα
16
κινητὴν ἢ διάστημα τῆς τοῦ κόσμου κινήσεως. Ἐρατοσθένης
17
δὲ τὴν τοῦ ἡλίου πορείαν.
1 Περὶ οὐσίας χρόνου.
2
Τοῦ δὲ χρόνου τὴν οὐσίαν οἱ Στωϊκοὶ ἡλίου τὴν κίνησιν
3
νομίζουσι. Πλάτων δὲ τὴν πορείαν ταύτην. καί τινες
4
μὲν ἀγέννητον τὸν χρόνον εἶναι, Πλάτων δὲ γεννητὸν κατ’
5
ἐπίνοιαν.
6 Περὶ γενέσεως καὶ φθορᾶς.
7
Οἱ περὶ Παρμενίδην καὶ Μέλισσον καὶ Ζήνωνα τὸν
8
ἐλεάτην γένεσιν καὶ φθορὰν ἀνῃρήκασιν ἀκίνητον εἶναι τὸ
9
πᾶν ὑπολαβόντες. Ἐμπεδοκλῆς δὲ καὶ Ἐπίκουρος καὶ ὅσοι
10
κατὰ συναθροισμὸν τῶν λεπτῶν σωμάτων κοσμοποιοῦσι,
11
σύγκρισιν μὲν καὶ διάκρισιν εἰσάγουσι. γενέσεις δὲ καὶ
12
φθορὰς οὐκ οἰκείως, οὐ γὰρ κατὰ ποιὰν ἀλλοίωσιν, ἀλλὰ
13
κατὰ παράθεσιν καὶ συναθροισμὸν γίνεσθαι τὰ πάντα νομίζουσι.
14
Πυθαγόρας δὲ καὶ ὅσοι παθητὴν ὕλην ὑποτίθενται,
15
κυρίως γένεσιν καὶ φθορὰν λέγουσι γίνεσθαι καὶ ἀλλοιώσεις
16
καὶ τροπὰς στοιχείων καὶ διαλύσεις.
1 Περὶ ἀνάγκης.
2
Τὴν ἀνάγκην Θαλῆς ἰσχυροτάτην εἶναί φησι. κρατεῖν
3
γὰρ αὐτὴν τοῦ παντός. Πυθαγόρας δὲ τῷ κόσμῳ τὴν
4
ἀνάγκην περικεῖσθαι ὑπολαμβάνει. Παρμενίδης δὲ καὶ Δημόκριτος
5
πάντα κατὰ ἀνάγκην συμβαίνειν εἰρήκασιν. εἶναι
6
δὲ τὴν αὐτὴν εἱμαρμένην καὶ δίκην καὶ πρόνοιαν. Πλάτων
7
δὲ τὰ μὲν εἰς πρόνοιαν, τὰ δὲ εἰς ἀνάγκην ἀνάγεσθαι.
8 Τίς οὐσία ἀνάγκης.
9
Τῶν ἀρχῶν δὲ καὶ τῶν στοιχείων αἰτίαν χρηστικὴν
10
τὴν ἀνάγκην Ἐμπεδοκλῆς ἡγεῖται. Δημόκριτος δὲ τὴν ἀντιτυπίαν
11
καὶ φορὰν καὶ πληγὴν τῆς ὕλης. Πλάτων δὲ ὁτὲ
12
μὲν τὴν ὕλην, ὁτὲ δὲ τὴν τοῦ ποιοῦντος πρὸς αὐτὴν σχέσιν.
13 Περὶ οὐσίας εἱμαρμένης.
14
Ἡράκλειτος οὐσίαν εἱμαρμένης λόγον διὰ παντὸς διήκοντα.
15
ἠ δὲ εἱμαρμένη ἐστὶν αἰθέριον σῶμα, σπέρμα τῆς 19.262
1
τῶν πάντων γενέσεως. Πλάτων λόγον ἀΐδιον καὶ νόμον ἀΐδιον
2
τῆς τοῦ παντὸς φύσεως. Χρύσιππος δύναμιν πνευματικὴν
3
καὶ τάξιν τοῦ παντὸς διοικητικήν. καὶ πάλιν ἐν τοῖς
4
ὅροις λέγει τὴν εἱμαρμένην, καθ’ ἣν τὰ μὲν γεγονότα γέγονε,
5
τὰ δὲ γινόμενα γίνεται, τὰ δὲ γενησόμενα γενήσεται. οἱ
6
δὲ ἄλλοι Στωϊκοὶ εἱρμόν. Ποσειδώνιος δὲ τρίτον ἀπὸ Διός.
7
πρῶτον γὰρ εἶναι τὸν Δία, εἶτα τὴν φύσιν, εἶτα τὴν εἱμαρμένην.
8
9 Περὶ τύχης.
10
Πλάτων αἰτίαν ἐν προαιρετικοῖς κατὰ συμβεβηκὸς καὶ
11
παρακολούθημα. Ἀριστοτέλης αἰτίαν κατὰ συμβεβηκὸς ἐν
12
τοῖς καθ’ ὁρμὴν ἕνεκά τινος γινομένοις ἄδηλον καὶ ἄστατον.
13
διαφέρειν δὲ τῆς τύχης τὸ αὐτόματον· τὸ μὲν γὰρ
14
ἀπὸ τύχης κατ’ αὐτομάτου εἶναι ἐν τοῖς πρακτέοις πάντως,
15
τὸ δ’ αὐτόματον οὐκ ἀπὸ τύχης. ἐν γὰρ τοῖς ἔξω πράξεως 19.263
1
καὶ τὴν μὲν τύχην τῶν λογικῶν καὶ τῶν ἀλόγων ζώων καὶ
2
τῶν ἀψύχων σωμάτων. Ἐπίκουρος ἀσύστατον αἰτίαν προσώποις,
3
χρόνοις, τρόποις. Ἀναξαγόρας δὲ καὶ Στωϊκοὶ αἰτίαν
4
ἄδηλον ἀνθρωπίνῳ λογισμῷ· καὶ τὰ μὲν εἶναι κατὰ
5
ἀνάγκην, τὰ δὲ καθ’ εἱμαρμένην, τὰ δὲ κατὰ προαίρεσιν·
6
τὰ δὲ κατὰ τύχην, τὰ κατὰ αὐτόματον.